-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
καὶ ἱκέτευε πάντας τοὺς Ἀχαιοὺς, τοὺς ὑιοὺς δὲ τοῦ
- Ἀτρέως ἐξαιρέτως, τοὺς (δύο) βασιλεῖς τῶν ὄχλων,
-
λέγων· ὦ ὑιοὶ τοῦ Ἀτρέως, καὶ λοιποὶ εὔοπλοι Ἕλ-
-
ληνες, ὑμῖν μὲν εἴθε παράσχοιεν οἱ θεοὶ οἱ τὰ οὐράνια
- οἰκήματα οἰκοῦντες, ἐκπορθῆσαι μὲν τὴν τοῦ Πριάμου
-
πόλιν, καλῶς δὲ εἰς τὴν οἰκείαν ἐπανελθεῖν· ἐμοὶ δ’
-
ἀπολύσατε τὴν προσφιλῆ θυγατέρα, καὶ τὰ λύτρα
-
δέξασθε, εὐλαβούμενοι τὸν τοῦ Διὸς ὑιὸν τὸν πόῤῥωθεν
-
τοξέυοντα Ἀπόλλωνα. τότε οἱ μὲν λοιποὶ πάντες Ἕλ-
-
ληνες ἐπεβόησαν μετ’ ἐυφημίας αἰσχύνεσθαι τὸν ἱερέα,
-
καὶ τὰ περικαλλῆ αὐτοῦ δέχεσθαι δῶρα. Ἀλλ’ οὐ τῷ
-
υἱῷ τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι τοῦτο ἤρεσκε κατὰ
-
τὴν ἑαυτοῦ ψυχὴν· καὶ δὴ σκληρῶς αὐτὸν ἀπέπεμψαν·
-
ἀπότομον δὲ καὶ ἐπικρατείας ἐχόμενον ἐπίταγμα ἐπέ-
-
ταττε· τόδ’ ἦν, ὅρα μή σε, ὦ πρεσβύτα, παρὰ ταῖς
-
κοίλαις ναυσὶν ἐγὼ καταλάβω, ἢ νῦν βραδύοντα, ἢ
-
ὕστερον αὖθις ἐπανελθόντα, μήποτέ σοι οὐ χησι-
-
μεύσῃ ἡ ῥάβδος καὶ τὸ στέμμα τοῦ θεοῦ· ταύτην δὲ
-
ἐγὼ οὐ λύτροις ἐλευθερώσω, πρὶν ἐπ’ αὐτὴν τὸ γῆρας
-
ἐλεύσεται ἐν τῷ ἐμῷ οἴκῳ, λέγω ἐν τῷ Ἄργει, πόῤῥω
-
τῆς πατρίδος αὐτῆς, ἱϛὸν μεταχεριριζομένην καὶ τῇ ἐμῇ
-
κοίτῃ ὑπηρετουμένην· ἀλλ’ ἄπιθι, μή με ταρόξυνε, ὡς
-
ἂν σῷος καὶ ἀζήμιος ἀπέλθῃς. Οὕτως εἶπεν· ἐφοβήθη
-
δὲ ὁ γέρων, καὶ ἐπείσθη τῷ ἐπιτάγματι· ἀπῆλθε δὲ
-
σιωπῶν μετ’ ἐκπλήξεως πρὸς τὸν αἰγιαλὸν τῆς πολυ-
-
ταράχου θαλάσσης (ἢ πλησίον τοῦ αἰγιαλοῦ)· ἐκτε-
-
νῶς δὲ μετὰ ταῦτα πόῤῥω ἀπελθὼν ὁ τρεσβύτης ἠύ-
-
χετο τῷ Ἀπόλλωνι τῷ βασιλεῖ, ὃν ἡ καλλίκομος ἔτε-
-
κε Λητὼ· λέγων· ἐπάκουσόν μου ὦ καλλίτοξε, ὃς τῆς
-
Χρύσης ὑπερασπίζεις, καὶ τῆς Κίλλης τῆς θειοτάτης,
-
καὶ τῆς Τενέδου κρατερῶς ἀνάσσεις, ὦ Σμίνθιε, εἴπο-
-
τέ σοι ἐπὶ τὸν ναὸν περικαλλῆ ἀναθήματα καὶ ἐπα-
-
γωγὰ φέρων ἀνέθηκα, ἢ ἐάν ποτέ σοι λιπαροὺς μη-
-
ροὺς κατέκαυσα ταύρων καὶ αἰγῶν, ταύτην μοι τὴν
-
ἐπιθυμίαν τελείωσον· δότωσαν τιμωρίαν οἱ ἕλληνες εἰς