-
ΙΛΙΑΔΟΣ Α.
-
4
-
15 Χρυσέῳ ἀνὰ σκήπτρῳ· καὶ ἐλίσσετο πάντας Ἀχαιούς,
-
Ἀτρείδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
-
Ἀτρεῖδαί τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ,
-
Ὑμῖν μὲν θεοὶ δοῖεν ὀλύμπια δώματʼ ἔχοντες
-
Ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι·
-
20 Παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην, τὰ δʼ ἄποινα δέχεσθε,
-
Ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.
-
Ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ,
-
Αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
-
Αλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ·
-
25 Ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
-
Μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω,
-
Ἢ νῦν δηθύνοντʼ, ἢ ὕστερον αὖτις ἰόντα,
-
Μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ ϛτέμμα θεοῖο·
-
Τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν,
-
30 Ἡμετέρῳ ἐνὶ οἴκῳ, ἐν Ἄργεϊ, τηλόθι πάτρης,
-
Ἱϛὸν ἐποιχομένην, ϗ ἐμὸν λέχος ἀντιόωσαν·
-
Ἀλλʼ ἴθι, μή μʼ ἐρέθιζε· σαώτερος ὥς κε νέηαι.
-
Ὣς ἔφατʼ· ἔδδεισε δʼ ὃ γέρων, καὶ ἐπείθετο μύθῳ·
-
Βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
-
35 Πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὃ γεραιὸς
-
Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·
-
Κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας,
-
Κίλλάν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις,
-
Σμινθεῦ· εἴποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα,
-
40 Ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκῃα
-
Ταύρων, ἠδʼ αἰγῶν, τόδε μοι κρῄηνον ἐέλδωρ·
-
Τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.