-
-
ΤΗΣ ΙΛΙΑΔΟΣ
-
-
ΡΑΨῼΔΙΑΣ Α.
-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
3
-
-
Τὴν ὀργὴν εἰπὲ ἡμῖν ὦ Θεὰ τοῦ ὑιοῦ τοῦ Πηλέως τοῦ
-
Ἀχιλλέως τὴν ᾽λεθρίαν, ἥτις πολλὰτοῖς Ἕλλησιν ἀνια-
-
ρα ἐξειργάσατο, καὶ πολλὰς ἰσχυρὰς ψυχὰς τῷ ᾅδῃ
-
βλάψασα ἔπεμψεν ἀνδρῶν ἡμιθέων, τὰ σώματα δ’ ἀυ-
-
τῶν σπαράγματα κατεσκέυασε τοῖς κυσὶ, καὶ τοῖς ὀρ-
-
νέοις ἅπασι· τοῦ Διὸς δὲ ἐπληροῦτο ἡ βουλὴ· ἀφ’ οὗ
-
δὴ τὴν ἀρχὴν διεχωρίσθησαν φιλονεικήσαντες ὅ, τε ὑιὸς
-
τοῦ Ἀτρέως ὁ βασιλεὺς τῶν λαῶν, καὶ ὁ ἔνδοξος Ἀ-
-
χιλλεὺς· καὶ πρὸς τούτοις εἰπὲ, τίς δὲ ἀυτοὺς τῶν θεῶν
-
φιλονεικίᾳ συνέβαλεν ὥστε μάχεσθαι; Ὁ τῆς Λητοῦς
-
καὶ τοῦ Διὸς παῖς Ἀπόλλων· οὗτος γὰρ τῷ βασιλεῖ
- ὀργισθεὶς νόσον κατὰ τὸ ϛρατόπεδον διήγειρε βαρεῖαν·
-
ἐφθείροντο δὲ οἱ ὄχλοι, διότι τὸν Χρύσην τὸν ἱερέα ἀ-
-
τίμως ἀπέπεμψεν ὁ Ἀγαμέμνων· οὗτος γὰρ παρεγέ-
- νετο ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων λυτρωσόμε-
-
νός τε τὴν θαγετέρα, καὶ κομίζων πλεῖϛα δῶρα τῷ
-
πλήθει, καὶ τὸ στέμμα κατέχων ἐν ταῖς χερσὶ τοῦ
-
πόῤῥωθεν τοξέυοντος Ἀπόλλωνος ἐπὶ τῇ τιμίᾳ ῥάβδῳ,