-
-
ΤΗΣ ΟΜΗΡΟΥ
-
ΙΛΙΑΔΟΣ
-
ΡΑΨΩΔΙΑ. Α.
-
Μ
-
ῆνιν ἄειδε θεὰ, Πηληϊάδεω Ἀχιλῆος
-
Οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε·
-
Πολλὰς δʼ ἰφθίμους ψυχὰς ἄϊδι προΐαψεν
-
Ἡρώων, αὐτοὺς δʼ ἑλλώρια τεῦχε κύνεσσιν,
-
5 Οἰωνοῖσί τε πᾶσι· Διὸς δʼ ἐτελείετο βουλή·
-
Ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
-
Ἀτρείδης τε ἄναξ ἀνδρῶν, καὶ δῖος Ἀχιλλεύς.
-
Τίς τʼ ἄρ σφῶε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
-
Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς
-
10 Νοῦσον ἀνὰ ϛρατὸν ὦρσε κακήν· ὀλέκοντο δὲ λαοί·
-
Οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
-
Ἀτρείδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
-
Λυσόμενός τε θύγατρα, φέρων τʼ ἀπερείσιʼ ἄποινα,
-
Στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος,