Gaza's "Batrachomyomachia"

  1. Ἀρχόμενος πρώτως, Μουσῶν χορὸν ἐξ Ἑλικῶνος
  2. Ἐλθεῖν εἰς ἐμὸν ἠτορ ἐπεύχομαι, ἕινεκʼ ἀοιδῆς·
  3. Ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,
  4. Δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,
  5. Ἐυχόμενος μερόπεσσιν ἐς ὄυατα πᾶσι βαλέσθαι·
  6. Πῶς μῦες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,
  7. Γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα γιγάντων,
  8. Ὡς λόγος ἐν θνητοῖσιν ἔην· Τοίην δʼ ἔχον ἀρχήν.
  9. Μῦς ποτε διψαλέος, γαλέης κίνδυνον ἀλύξας,
  10. Πλησίον ἐν λίμνῃ πίνων παρέθηκε γένειον,
  11. Ὕδατι τερπόμενος μελιηδέϊ, τὸν δὲ κατεῖδε
  12. Αιμνόχαρις πολύφημος, ἔπος δʼ ἐφθέγξατο τοῖον.
  13. Ξεῖνε, τίς εἶ; πόθεν ἦλθες ἐπʼ ἠ ϊόνα; τίς δὲ σʼ ὁ φῦσας;
  14. Πάντα δʼ ἀλήθευσον, μὴ ψευδόμενὸν σε νοήσω.
  15. Ἐι γάρ σε γνόιην φίλον ἄξιον, ἐς δόμον ἄξω,
  16. Δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ, καὶ ἐσθλά.
  17. Ἐιμὶ δʼ ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνην
  18. Τιμῶμʼ ἐν βατράχοις, ἡγούμενος ἤματα πάντα.
  19. Καί με πατὴρ Πηλεὺς ἀνεθρέψατο, Ὑδρομεδούσῃ
  20. Μιχθὲις ἐν φιλότητι παρ ὄχθας Ἥριδανοῖο.
  21. Καί σε δʼ ὁρῶ καλόν τε καὶ ἄλκιμον, ἔξοχον ἄλλων
  22. Σκηπτοῦχον βασιλῆα, καὶ ἐν πολέμοισι μαχητὴν
  23. Ἔμμεναι· ἀλλʼ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.
  24. Τὸν δʼ αὖ Ψιχάρπαξ ἡμείβετο, φώνησέν τε·
  25. Τίπτε γένος τοὐμὸν ζητεῖς, φίλε; δῆλον ἅπασιν
  26. Ἀνθρώποις τε, θεοῖς τε, καὶ οὐρανίοις πετεηνοῖς·
  27. Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι, ἐιμὶ δὲ κοῦρος
  28. Τρωξάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ
  29. Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.
  30. Τείνατο δʼ ἐν καλύβῃ με, καὶ ἐξεθρέψατο βρωτοῖς
  31. Σύκοις, και καρύοις, καὶ ἐδέσμασι παντοδαποῖσι.
  32. Πῶς δὲ φίλον ποιῇ με, τὸν εἰς φύσιν ὀυδὲν ὅμοιον;
  33. Σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν, ἀυτὰρ ἔμοι γε
  34. Ὅσσα παρʼ ἀνθρώποις τρώγειν ἔθος· ὀυδέ με λήθει
  35. Ἄρτος τρισκοπάνιστος ἀπʼ ἐυκύκλου κανέοιο,
  36. Ὄυτε πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,
  37. Ὀυ τόμος ἐκ πτέρνης, ὀυχʼ ἥπατα λευκοχίτωνα,
  38. Ὀυδὲ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος,
  39. Ὀυ χρηστὸν μελίτωμα, τὸ καὶ Μάκαρες ποθέουσιν,
  40. Ὀ δʼ ὅσα πρὸς θοίνην μερόπων τεύχουσι μάγειροι,
  41. Κοσμοῦντες χύτρας ἀρτύμασι παντοδαποῖσιν.
  42. Ὀυ τρώγω ῥαφάνας, ὀυ κράμβας, ὀυ κολοκύντας,
  43. Ὀυδὲ πράσοις χλωροῖς ἐπιβόσκομαι, ὀυδὲ σελίνοις
  44. ταῦτα γὰρ ὑμέτερʼ ἐστὶν ἐδέσματα τῶν κατὰ λίμνην.
  45. Ὀυδέποτʼ ἐκ πολέμοιο κακὴν ἀπέφυγον ἀϋτὴν,
  46. Ἀλλʼ εὐθὺς μετὰ μῶλον ἰὼν προμάχοισιν ἐμίχθην.
  47. Ἄνθρωπον ὀυ δέδια, καίπερ μέγα σῶμα φοροῦντα,
  48. Ἀλλʼ ἐπὶ λέκτρον ἰὼν, ἄκρον δάκτυλον καταδάκνω,
  49. Καὶ πτέρνης λαβόμην, καὶ ὀυ πόνος ἵκανεν ἄνδρα·
  50. Νήδυμος ὀυκ ἀπέφυγεν ὕπνος, δάκνοντος ἐμεῖο.
  51. Ἀλλὰ δύω μάλα πάντα τὰ δείδια πᾶσαν ἐπʼ αἶαν,
  52. Κίρκον καὶ Γαλέην, οἵ μοι μέγα πένθος ἄγουσι,
  53. Καὶ Παγίδα στονόεσσαν, ὅπου δολοέις πέλε πότμος.
  54. Πλεῖστον δὴ γαλέην περιδείδια ἥτις ἀρίστη,
  55. Ἣ καὶ τρωγλοδύνοντα κατὰ τρώγλην ἐρεείνει.
  56. Πρὸς τάδε μειδήσας Φυσίγναθος ἀντίον ἤυδα·
  57. Ξεῖνε, λίαν αὐχεῖς ἐπὶ γαστέρι· ἔστι καὶ ἡμῖν
  58. Πολλὰ μάλʼ ἐν λίμνῃ, καὶ ἐπὶ χθονὶ θαύματʼ ἰδέσθαι.
  59. Ἀμφίβιον γὰρ ἔδωκε νομὴν βατράχοισι Κρονίων,
  60. Σκιρτῆσαι κατὰ γαῖαν, καὶ ἐν ὕδασι σῶμα καλύψαι,
  61. Στοιχείοις διττοῖς μεμερισμένα δώματα ναίειν.
  62. Εἰ δὲ θέλεις καὶ ταῦτα δαήμεναι, ἐυχερὲς ἐστί.
  63. Βαῖνέ μοι ἐν νώτοισι· κράτει δέ με, μή ποτ ὄληαι,
  64. Ὅππως γηθόσυνος τὸν ἐμὸν δόμον ἐισαφίκηαι.
  65. Ὣς ἂρ ἔφη, καὶ νῶτʼ ἐδίδου, ὁ δʼ ἔβαινε τάχιστα
  66. Χεῖρας ἔχων τρυφεροῖο κατʼ ἀυχένος ἄλματι κούφῳ.
  67. Καὶ πρῶτον μὲν ἔχαιρεν, ὅτʼ ἔβλεπε γείτονας ὅρμους,
  68. Νήξει τερπόμενος Φυσιγνάθου· ἀλλʼ ὅτε δή ῥα
  69. Κύμασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δακρύων
  70. Ἄχρηστον μετάνοιαν ἐμέμφετο, τίλλε δὲ χαίτας,
  71. Καὶ πόδας ἔσφιγγεν κατὰ γαστέρος, ἐν δέ οἱ ἦτορ
  72. Πάλλετʼ ἀηθείῃ, καὶ ἐπὶ χθὸνα βούλεθʼ ἱκέσθαι.
  73. Δεινὰ δʼ ὑπεστονάχιζε, φόβου κρυόεντος ἀνάγαῃ.
  74. Ὀυρὴν μὲν πρώτιστον ἐν ὕδασιν, ἠύτε κώπην
  75. Σύρων, ἐυχόμενός τε θεοῖς ἐπὶ γαῖαν ἱκέσθαι,
  76. Κύμασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δακρύων·
  77. Καὶ τοῖον φάτο μῦθον, ἀπὸ στόματος δʼ ἀγόρευεν·
  78. Ὀυχʼ οὕτω νώτοισιν ἐβάσταξε φόρτον ἔρωτος
  79. Ταῦρος, ὅτʼ Ἐυρώπην διὰ κύματος ἦγʼ ἐπὶ Κρήτην,
  80. Ὡς νῦν ἁπλώσας ἐπὶ νώτιον ἦγεν ἐς οἶκον
  81. Βάτραχος, ὑψώσας ὠχρὸν δέμας ὕδατι λυκῷ.
  82. Ὑδρος δʼ ἐξαίφνης ἀνεφαίνετο, δεινὸν ὅραμα
  83. Ἀμφοτέροις· ὀρθὸν δʼ ὑπὲρ ὕδατος εἶχε τράχηλον.
  84. Τοῦτον ἰδὼν κατέδυ Φυσίγναθος, οὔτι νοήσας
  85. ῟Οιον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλεείπειν,
  86. Δῦ δὲ βάθος λίμνης, καὶ ἀλεύατο κῆρα μέλαιναν.
  87. Κεῖνος δʼ ὡς ἀφέθη, πέσεν ὕπτιος ἐυθὺς ἐς ὕδωρ,
  88. Χεῖρας δʼ ἔσφιγγεν, καὶ ἀπολλύμενος κατέτριζε.
  89. Πολλάκι μὲν κατέδυνεν ἐφʼ ὕδατι, πολλάκι δʼ ἆυτε
  90. Λακτίζων ἀνέδυνε, μόρον δʼ οὐκ ἦν ὑπαλύξαι.
  91. Δευόμεναι δὲ τρίχες πλῖστον βάρος ἦεν ἐπʼ αὐτῷ.
  92. Ὕδατι δʼ ὀλλύμενος, τοίους ἐφθέγξατο μύθους·
  93. Οὐ λήσεις γε θεοὺς Φυσίγναθε, ταῦτα ποιήσας,
  94. Ἐς λίμνην μὲ ῥίψας ἀπὸ σώματος, ὡς ἀπὸ πέτρης.
  95. Ὀυ γάρ μου κατὰ γαῖαν ἀμείνων ἦσθα, κάκιστε,
  96. Παγκρατίῳ τε, πάλῃ τε, καὶ εἰς δρόμον, ἀλλʼ ἀπατή-
  97. Εἰς ὕδωρ μʼ ἔῤῥιψας· ἔχει θεὸς ἔκδικον ὄμμα. (σας
  98. Ποινὴν, ἀντέκτισιν τʼ ὀρθὴν ὅς κʼ ἀποδώσει·
  99. Τοῖς τίσουσί σε μυῶν στρατὸς ὀυδʼ ὑπαλύξεις.
  100. Ὣς ἐιπὼν, ἀπέπνευσεν ἐν ὕδασι· τὸν δὲ κατεῖδε
  101. Λειχοπίναξ ὄχθῃσιν ἐφεζόμενος μαλακῇσι·
  102. Δεινὸν δʼ ἐξολόλυξε, δραμὼν δʼ ἤγγειλε μύεσσιν.
  103. Ὡς δʼ ἔμαθον τὴν μοῖραν, ἔδυ χόλος αἰνὸς ἅπαντας,
  104. Καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευσαν ὑπʼ ὄρθον
  105. Κηρύσσειν ἀγορήνδʼ ἐς δώματα Τρωξάρταο,
  106. Πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην
  107. Ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐδὲ παρ ὄχθας
  108. Ἦν ἤδη τλήμων, μέσσῳ δʼ ἐπενήχετο πόντῳ.
  109. Ὡς δʼ ἦλθον σπεύδοντες ἅμʼ ἠοῖ, πρῶτος ἀνέστη
  110. Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον.
  111. Ὦ φίλοι, εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα
  112. Ἐκ βατράχων, ἀλλʼ ἡ πεῖρα πάντεσσι τέτυκται.
  113. Εἰμὶ δὲ νῦν ἐλεεινὸς, ἐπεὶ τρεῖς παῖδας ὄλεσσα·
  114. Καὶ τὸν πρῶτον μέν ῥα κατέκτανεν ἁρπάξασα
  115. Ἐχθίστη γαλέη, τρώγλης ἔκτοσθε λαβοῦσα
  116. Τὸν δʼ ἄλλον πάλιν ἄνδρες ἀπηνέες εἰς μόρον ἦξαν,
  117. Καινοτέραις τέχναις, ξύλινον δόλον ἐξευρόντες,
  118. Ἣν Παγίδα καλέουσι, μυῶν ὀλέτειραν ἐοῦσαν·
  119. Ὁ τρίτος δʼ ἦν ἀγαπητὸς ἐμὸι καὶ μητέρι κεδνῇ,
  120. Τοῦτον ἀπέπνιξεν βάτραχος κακὸς ἐς βυθὸν ἄξας.
  121. Ἀλλʼ ἄγεθʼ ὁπλισώμεσθα, καὶ ἐξέλθωμεν ἐπ αὐτοὺς,
  122. Σώματα κοσμήσαντες ἐν ἔντεσι δαιδαλέοισι.
  123. Ταῦτʼ εἰπὼν, ἀνέπεισε καθοπλίζεσθαι ἄπαντας.
  124. Κνημῖδας μὲν πρῶτα περὶ κνημῇσιν ἔθηκαν,
  125. Ῥήξαντες κυάμους χλωροὺς εὖ δʼ ἀσκήσαντες,
  126. Οὓς ἀυτοὶ διὰ νυκτὸς ἐπιστάντες κατέτρωξαν.
  127. Ἀσπὶς δʼ ἦν λύχνου τὸ μεσόμφαλον· ἡ δέ νὺ λόγχη,
  128. Ἐυμήκεις βελόναι, παγχάλκεον ἔργον Ἄρηος·
  129. Ἡ δὲ κόρυς, τὸ λέπυρον ἐπὶ κροτάφοισι καρύου.
  130. Θώρηκας δʼ εἶχον καλαμοστεφέων ἀπὸ βύρσων,
  131. Οὓς, γαλέην δείραντες, ἐπισταμένως ἐποίησαν.
  132. Οὕτω μὲν μῦες ἦσαν ἔνοπλοι· ὡς δʼ ἐνόησαν
  133. Βάτραχοι, ἐξανέδυσαν ἀφʼ ὕδατος, ἐις δʼ ἕνα χῶρον
  134. Ἐλθόντες, βουλὴν ξύναγον πολέμοιο κακοῖο.
  135. Σκεπτομένων δʼ ἀυτῶν πόθεν ἡ στάσις, ἢ τίς ὁ θρῦλλος,
  136. Κῆρυξ ἐγγύθεν ἦλθε, φέρων ῥάβδον μετὰ χερσὶ,
  137. Τυρογλύφου ὑιὸς μεγαλήτορος Ἐμβασίχυτρος,
  138. Ἀγγέλλων πολέμοιο κακὴν φάτιν· εἶπέ τε μῦθον.
  139. Βάτραχοι, μῦες ὔμμιν ἀπειλήσαντες ἔπεμψαν
  140. Εἰπεῖν, ὁπλίζεσθαι ἐπὶ πόλεμόν τε μάχην τε.
  141. Εἶδον γὰρ καθʼ ὕδωρ πιχάρπαγα ὃν κατέπεφνεν
  142. Ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε,
  143. Οἵτινες ἐν βατράχοισιν ἀριστῆες γεγάατε.
  144. Ὣς εἰπὼν ἀπέφῃνε· λόγος δʼ εἰς οὔατα πάντων
  145. Εἰσελθὼν, ἐτάραξε φρένας βατράχων ἀγερώχων.
  146. Μεμφομένων δʼ ἀυτῶν Φυσίγναθος εἶπεν ἀναστάς·
  147. Ὦ φίλοι, οὐκ ἔκτεινον ἐγὼ μῦν, ὀυδὲ κατεῖδον
  148. Ὀλλύμενον, πάντως ἐπνίγη παίζων παρὰ λίμνην,
  149. Νήξεις τὰς βατράχων μιμούμενος· οἱ δὲ κάκιστοι
  150. Νῦν ἐμὲ μέμφονται τὸν ἀναίτιον. Ἀλλʼ ἄγε βουλὴν
  151. Ζητήσωμεν, ὅπως δολίους μῦας ἐξολέσωμεν.
  152. Τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
  153. Σώματα κοσμήσαντες ἔνοπλοι στῶμεν ἅπαντες
  154. Ἄκροις παρὰ χείλεσσιν, ὅπου κατάκρημνος ὁ χῶρος·
  155. Ἡνίκα δʼ ὁρμηθέντες ἐφ ἡμέας ἐξέλθωσι,
  156. Δραξάμενοι κορύθων, ὅστις σχεδὸν ἀντίον ἔλθοι,
  157. Εἰς λίμνην αὐτοὺς σὺν ἔντεσιν εὐθὺ βάλωμεν.
  158. Ὅυτω γὰρ πνίξαντες ἐν ὕδασι τοὺς ἀκολύμβους,
  159. Στήσομεν ἐυθύμως τὸ μυοκτόνον ὧδε τρόπαιον.
  160. Ὣς εἰπὼν συνέπεισε καθοπλίζεσθαι ἅπαντας.
  161. Φύλλοις μὲν μαλάχων κνήμας ἑὰς ἀμφεκάλυψαν,
  162. Θώρακας δʼ εἶχον χλοερῶν πλατέων ἀπὸ σεύτλων,
  163. Φύλλα δὲ τῶν κράμβων εἰς ἀσπίδας ἐ͂υ ἤσκησαν,
  164. Ἔγχος δʼ ὀξύσχοινος ἑκάστῳ μακρὸς ἀρήρει,
  165. Καί ῥα κοχλιῶν λεπτῶν ἐκάλυπτε κάρηνα.
  166. Φράξαμενοι δʼ ἔστησαν ἐπʼ ὄχθαις ὑψηλῇσι,
  167. Σείοντες λόγχας· θυμοῦ δʼ ἔπλητο ἔκαστος.
  168. Ζεὺς δὲ θεοὺς καλέσας εἰς ὀυρανὸν ἀστεροέντα,
  169. Καὶ πολέμου πληθὺν δείξας, κρατερούς τε μαχητὰς
  170. Πολλοὺς καὶ μεγάλους, ἤγʼ ἔγχεα μακρὰ φέροντας·
  171. Ὡς βατράχων στρατὸς εὖτʼ ἐγέμοντο γιγάντων·
  172. Κενταύρων μεγαλαύχων μῦες δʼ ἦσαν ὅμοιοι·
  173. Ὁ͂ιος κενταύρων στρατὸς ἔρχεται ἠδὲ γιγάντων·
  174. Ἡδὺ γελῶν ἐρέεινε τίνες βατράχοισιν ἀρωγὸι,
  175. Ἢ μυσι τειρομένοις, καὶ Ἀθηναίην προσέειπεν.
  176. Ὦ θύγατερ, μυσὶν ἄρα βοηθήσουσα πορεύσῃ;
  177. Καὶ γάρ σου κατὰ νηὸν ἀεὶ σκιρτῶσιν ἅπαντες,
  178. Κνίσσῃ τερπόμενοι, καὶ ἐδέσμασι παντοδαποῖσι.
  179. Ὣς ἂρ ἔφη Κρονίδης. τὸν δὲ προσέειπεν Ἀθήνη·
  180. Ὦ πάτερ· οὐκ ἂν πώποτʼ ἐγὼ μυσὶ τειρομένοισιν
  181. Ἐλθοίμην ἐπαρωγὸς, ἐπεὶ κακὰ πολλὰ μʼ ἔοργαν,
  182. Στεμματα βλάπτοντες καὶ λύχνους εἴνεκʼ ἐλαίου.
  183. Τοῦτο δέ μοι λίην ἔδακε φρένας· οἷα μʼ ἔρεξαν·
  184. Πέπλον μου κατέτρωξαν ὃν ἐξύφῃνα καμοῦσα
  185. Ἐκ ῥοδάνης λεπτῆς, καὶ στήμονα λεπτὸν ἔνησα,
  186. Καὶ τρώγλας ἐτέλεσαν· ὁ δʼ ἠπητής μοι ἐπέστη,
  187. Καὶ πολύ με πράσσει, τούτου χάριν ἐξώργισμαι.
  188. Χρησαμένη γὰρ ἔνησα, καὶ οὐκ ἔχω ἀνταποδοῦναι,
  189. Καὶ πράσσει με τόκον, τόγʼ ἐρίπονον ἀθανάτοισιν.
  190. Ἀλλʼ ὀυδʼ ὣς βατράχοισιν ἀρηγέμεναι βουλήσω,
  191. Ἐισὶ γὰρ οὐδʼ αὐτὸι φρένας ἔμπεδοι, ἀλλά με πρώην
  192. Ἐκ πολέμου ἀνιοῦσαν, ἐπεὶ λίην ἐκοπώθην,
  193. Ὕπνου δευομένην, ὀυκ εἴασσαν θορυβοῦντες
  194. Οὐδʼ ὀλίγον καταμῦσαι· ἐγὼ δʼ ἄϋπνος κατεκείμην,
  195. Τὴν κεφαλὴν ἀλγοῦσα, ἕως ἐβόησεν ἀλέκτωρ.
  196. Ἀλλʼ ἄγε παυσώμεσθα, θεοὶ, τούτοισιν ἀρήγειν,
  197. Μή κέ τις ἡμείων τρωθῇ βέλει ὀξυόεντι·
  198. Μή τις καὶ λόγχῃ τυπῇ δέμας ἠὲ μαχαίρᾳ·
  199. Εἰσὶ γὰρ ἀγχέμαχοι, καὶ εἰ θεὸς ἀντίον ἔλθοι·
  200. Πάντες δʼ ὀυρανόθεν τερπώμεθα δῆριν ὁρῶντες.
  201. Ὣς ἂρ ἔφη· τῇ δʼ αὖτε πεπείθοντο θεοὶ ἄλλοι
  202. Πάντες, ὁμῶς δὲ ἀολλέες ἤλυθον ἐς ἕνα χῶρον.
  203. Κὰδδʼ ἧλθον κήρυκε τέρας πολέμοιο φέροντε.
  204. Καὶ τότε κώνωπες μεγάλας σάλπιγγας ἔχοντες
  205. Δεινὸν ἐσάλπιζον πολέμου κτύπον· ὀυρανόθεν δὲ
  206. Ζεὺς κρονίδης βρόντησε τέρας πολέμοιο κακοῖο.
  207. Πρῶτος δʼ Ὑψιβόας Λειχήνορα ὅυτασε δουρὶ,
  208. Ἑσταότʼ ἐν προμάχοις κατὰ γαστέρα εἰς μέσον ἧπαρ
  209. Κὰδδʼ ἔπεσεν πρηνὴς, ἁπαλὰς δʼ ἐκόνισσεν ἐθείρας·
  210. Τρωγλοδύτης δὲ μετʼ αὐτὸν ἀκόντισε Πηλείωνα
  211. Πῆξεν δὲ ἐν στέρνῳ στιβαρὸν δόρυ, τὸν δὲ πεσόντα
  212. Ἕιλε μέλας θάνατος, ψυχὴ δʼ ἐκ σώματος ἔπτη.
  213. Σευτλαῖος δʼ ἂρ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρον·
  214. Ἀρτοφάγος δὲ Πολύφωνον κατὰ γαστέρα τύψεν.
  215. Ἤριπε δὲ πρηνὴς, ψυχὴ δὲ μελέων ἐξέπτη.
  216. Λιμνόχαρις δʼ ὡς εἶδεν ἀπολλύμενον Πολύφωνον,
  217. Τρωγλοδύτην ἁπαλοῖο διʼ ἀυχένος τρῶσεν ἐπιστὰς
  218. Πέτρῳ μυλοειδέϊ, τὸν δὲ σκότος ὄσσʼ ἐκάλυψε.
  219. Τρωγλωδύτης δʼ ἂρ ἔπεφνε Βρεκαικίστα ἐσθλὸν ἀΐξας,
  220. Ὠκιμίδην δʼ ἄχος εἷλε, καὶ ἤλασεν ὀξέι σχοίνῳ,
  221. Ἀλλʼ ὁ μὲν ἔσπασεν ἔγχος, ἐφώρμησαν δὲ ἐπʼ ἀυτῷ.
  222. Ὀυ δʼ αὖ ἧκεν ὅ γʼ ἔγχος ἐναντίον, ἤριπε δʼ ἐυθὺς·
  223. Λειχήνωρ δʼ ἄρα Κωστοφάγοιο τιτύσκετο δουρὶ.
  224. Ὁ͂υτος δʼ ὡς ἐνόησεν φεύγων ἔμπεσεν ὄχθαις,
  225. Ἀλλʼ ὀυδʼ ὣς ἀπέληγεν, ἐν ὕδασι δʼ ἤλασεν ἀυτὸν·
  226. Κάππεσε δʼ, ὀυδʼ ἀνένευσεν· ἐβάπτετο δʼ αἵματι λίμνη
  227. Πορφυρέῳ, ἀυτὸς δὲ παρʼ ἤϊον ἐξετανύσθη,
  228. Χορδαῖσι λιπαραῖσιν ἐπορνύμενος λαγόνεσσι.
  229. Τυρογλύφον δʼ ἐπʼ ὄχθαις Λιμνήσιος ἐξενάριξε.
  230. Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος εἰς βάθος ἦλθε,
  231. Ἥλατο δʼ ἐς λίμνην φεύγων, τὴν ἀσπίδα ῥίψας.
  232. Φιτραῖον δʼ ἂρ ἔπεφνεν ἀπύμων Ἐμβασίχυτρος.
  233. Ὑδρόχαρις δʼ ἔπεφνε πτερνοφάγον βασιλῆα.
  234. Χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ,
  235. Ἐκ ῥινῶν ἔσταζε, παλάσσετο δʼ αἵματι γαῖα.
  236. Λειχοπίναξ δʼ ἔκτεινεν ἀμύμονα Βορβορκοίτην,
  237. Ἔγχει ἐπαίξας· τὸν δὲ σκότος ὄσσʼ ἐκάλυψε.
  238. Πρασσοφάγος δʼ ἐσιδὼν, ποδὸς εἵλκυσε νεκρὸν ἐόντα
  239. Ἐν λίμνῃ δʼ ἀπέθηκε, κρατήσας χειρὶ τένοντα.
  240. Ψιχάρπαξ δʼ ἤμυνʼ ἑτάρων περὶ τεθνειώτων,
  241. Καὶ βάλε Πρασσοφάγον, μήπω γαίης ἐπιβάντα,
  242. Πίπτε δέ οἱ πρόσθεν· ψυχὴ δʼ Ἄϊδός δε βεβήκει·
  243. Πηλοβάτης δʼ ἐσιδὼν, πηλοῦ δράκα ῥίψεν ἐπʼ αὐτῷ,
  244. Καὶ τὸ μέτωπον ἔχρισε, καὶ ἐξετύφλου παρὰ μικρὸν.
  245. Ὠργίθη δʼ ἂρ ἐκεῖνος, ἑλὼν δέ γε χειρὶ παχείῃ
  246. Κείμενον ἐν γαίῃ λίθον ὄβριμον, ἀχθος ἀρούρης,
  247. Τῶ βάλε Πηλοβάτην ὑπὸ γούνατα, πᾶσα δʼ ἐκλάσθη
  248. Κνήμη δεξιτερὴ, πέσε δʼ ὕπτιος ἐν κονίῃσι.
  249. Κραυγασίδης δʼ ἤμυνε, καὶ οὕτω βαῖνεν ἐπʼ αὐτῷ·
  250. Τύψε μέσην δʼ ἀυτὸν κατὰ γαστέρα, πᾶς δέ οἱ εἴσω
  251. Ὀξύσχοινος δῦνε· χαμαὶ δʼ ἔχυντο ἅπαντα
  252. Ἔγκατʼ ἐφελκομενῷ ὑπὸ δούρατι χειρὶ παχείῃ·
  253. Σιτοφάγος δʼ ὡς εἶδεν ἐπʼ ὄχθῃσιν ποταμοῖο,
  254. Σκάζων ἐκ πολέμου ἀνεχάζετο, τείρετο δʼ αἰνῶς·
  255. Ἥλατο δʼ ἐς τάφρον, ὅππως φύγῃ ἀιπὺν ὄλεθρον.
  256. Τρωξάρτης δʼ ἔβαλεν Φυσίγναθον ἐς πόδα ἄκρον·
  257. Ἔσχατος δʼ ἐκ λίμνης ἀνεδύσατο, τείρετο δʼ αἰνῶς.
  258. Πρασσαῖος δʼ ὡς εἶδεν ἔθʼ ἡμίπνουν προπεσόντα,
  259. Ἦλθε δια προμάχων, καὶ ἀκόντισεν ὀξέϊ σχοίνῳ·
  260. Ὀυδʼ ἔῤῥηξε σάκος, σχέτο δʼ ἀυτοῦ δουρὸς ἀκωκὴ.
  261. Τοῦ δʼ ἔβαλε τρυφάλειαν ἀμύμονα, καὶ τετράχυτρον
  262. Δῖος Ὀρηγανίων μιμούμενος ἀυτὸν Ἄρηα,
  263. Ὃς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθʼ ὅμιλον.
  264. Ὥρμησαν δʼ ἂρ ἐπʼ ἀυτὸν· ὁ δʼ ὡς ἴδεν ὀυχ ὑπέμεινεν
  265. Ἥρωας κραταιοὺς, ἀλλʼ ἔδυ βένθεα λίμνης.
  266. Ἦν δέ τις ἐν μύεσσι νέος παῖς ἔξοχος ἄλλων,
  267. Ἀγχέμαχος, φίλος ὑιὸς ἀμύμονος Ἀρτεπιβούλου,
  268. Μεριδάρπαξ ὄρχαμος ἀινῷ ἶσος Ἄρηϊ.
  269. Ὅς ρα ἰὼν πολέμοιο μετασχεῖν παῖδʼ ἐκέλευσεν.
  270. Ἀυτὸς δʼ ἑστήκει μεγαλοφρονέων κατὰ λίμνην.
  271. Οὗτος ἀναρπάξαι βατράχων γένος ἐπηπείλει
  272. Καὶ ῥήξας καρύου μέσσην ῥάχην ἐις δύο μέρη
  273. Φράγδην ἀμφοτέροισιν ἐν ὤμοισι χερσὶν ἔθηκε.
  274. Οἱ δε τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην,
  275. Καί νή κενʼ ἐξετέλεσσεν, ἐπὲι μέγα οἱ σθένος ἦεν,
  276. Εἰ μὴ ἂρ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε,
  277. Καὶ τότʼ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων·
  278. Κινήσας δὲ κάρη, τοίην δʼ ἐφθέγξατο φωνήν.
  279. Ὦ πόποι, ἦ μέγα ἔργον ἐν ὀφθαλμοῖσιν ὁρῶμαι,
  280. Οὐ μικρὸν μʼ ἔπληξε Μεριδάρπαξ, ὃς κατὰ λίμνην
  281. Ἐνναίρειν βατράχους βλεμεαίνων· ἀλλὰ τάχιστα
  282. Παλλάδα πέμψωμεν πολεμόκλονον, ἠδὲ καὶ Ἄρηα,
  283. Οἵ μιν ἀποσχέσουσι μάχης κρατερόν περ ἐόντα.
  284. Ὣς ἂρ ἔφη Κρονίδης· Ἄρης δʼ ἀπαμέιβετο μύθῳ.
  285. Ὄυτʼ ἂρ Ἀθηναίης, Κρονίδη, σθένος. οὔτε Ἄρηος
  286. Ἰσχύσει βατράχοισιν ἀρηγέμεν αἰπὺν ὄλεθρον.
  287. Ἀλλʼ ἄγε πάντες ἴωμεν ἀρηγόνες, ἢ τὸ σὸν ὅπλον
  288. Κινείσθω, οὕτω γὰρ ἁλώσεται ὅς κεν ἄριστος·
  289. Ὡς Τιτᾶνάς ποτε πέφνες ἀρίστους ἔξοχα πάντων,
  290. Ὥς ποτε κατὰ νῆα κατέκτανες ὄβριμον ἄνδρα,
  291. Καὶ Κελάδοντʼ ἐπέδησας ἰδʼ ἄγρια φῦλα γιγάντων
  292. Ὣς ἂρ ἔφη· Κρονίδης δʼ ἔβάλε ψολόεντα κεραυνὸν.
  293. Πρῶτα μὲν ἐβρόντησε, μέγαν δʼ ἐλήλιξεν Ὄλυμτον,
  294. Ἁυτὰρ ἔπειτα κεραυνὸν, δειμαλέον Διὸς ὅπλον
  295. Ἧκʼ ἐπιδινήσας, ὁ δʼ ἂρ ἔπτατονχειρὸς ἄνακτος.
  296. Πάντας μὲν ῥʼ ἐφόβησε βαλὼν βατράχους τε μῦάς τε.
  297. Ἀλλʼ ὀυδʼ ὡς ἀπέληγε μυῶν στρατὸς, ἀλλʼ ἔτι μᾶλλον
  298. Ἔλπετο πορθήσειν βατράχων γένος ἀιχμητάων,
  299. Ἐι μὴ ἀπʼ Ὀυλύμπου βατράχους ἐλέησε Κρονίων,
  300. Ὅς τις τιρομένοισιν ἀρωγοὺς αὐτὸς ἔπεμψεν·
  301. Ἦλθον δʼ ἐξαίφνης Νωτάκμονες, Ἀγκυλοχῆλαε,
  302. Λοξοβᾶται, Στρεβλοὶ, παλιδόστομοι, Ὀστρακόδερμοι,
  303. Ὀστοφυεῖς, Πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοις,
  304. Βλαισσὸι, Χειροτένοντες, ἀπὸ στέρνων ἐσορῶντες,
  305. Ὀκτάποδες, Δικάρηνες, Ἀχειρέες, οἱ δὲ καλεῦνται
  306. Καρκῖνοι. οἵ ῥα μυῶν ὀυρὰς στομάτεσσιν ἔκοπτον,
  307. Ἠδὲ πόδας καὶ χεῖρας, ἀνεγνάμπτοντο δὲ λόγχαι
  308. Τοὺς δʼ ὑπέδδεισαν μῦες ἅπαντες, ὀυδʼ ἐτʼ ἔμειναν
  309. Ἐς δὲ φυγὴν ἐτράποντο. ἐδύετο δʼ ἥλιος ἤδη,
  310. Καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη.