- Αρχὴν τήνδε ποιούμενος, προηγουμένως τὸν τῶν Μουσῶν σύλλογον ἐκ τοῦ Ἑλικῶνος
- ἀφικέσθαι εἰς τὴν ἐμὴν ψυχὴν εὔχομαι, χάριν ᾠδῆς καὶ ἐμμελείας ποιητικῆς·
- ἣν νοωστὶ ἐν πινακιδίοις καὶ χάρταις ἐπὶ τοῖς ἐμοῖς γόνασιν ἔθηκα,
- μάχην ἄπειρον, καὶ πλείστην, ἔργον πολυτάραχον πολέμου,
- δεόμενος εἰς τὰ ὦτα πάντων ἀνθρωπῶν ἐμβαλλεῖν
- κατὰ τίνα τρόπον οἱ μῦες κατὰ βατράχων ἀνδραγαθήσαντες ἀπήλλαξαν,
- τὰς τῶν ἐκ Γῆς γεννηθέντων ἀνδρῶν Γιγάντων πράξεις μιμούμενοι,
- ὥσπερ ἐν τοῖς ἀνθρώποις λόγος ἐστί. Τοιαύτην ἀρχὴν εἶχεν ἡ μάχη.
- Μῦς ποτὲ ὑπερδηψῶν γαλῆς κίνδυνον διαφυγὼν, καὶ διασωθεὶς,
- πλησίον ἐν λίμνῃ πίνων ἐνέβαλε τὴν σιαγόνα,
- ὕδατι εὐφραινόμενος ἡδεῖ καὶ χαρίεντι· τοῦτον δὲ ἐθεάσατο
- ὁ κατὰ λίμνην χαίρων πολύφημος, λόγον δʼ εἶπε τοιοῦτον.
- Ὦ φίλε, τίς εἶ; πόθεν ἐλήλυθας ἐπὶ τὸν αἰγιαλὸν; τίς δʼ ἐστὶν ὁ γεννήσας σε;
- πάντα δὲ ἀληθῶς εἰπε, καὶ ὅπως μὴ ψεύδεα λέγοντά σε ἐννοήσω.
- εἰ γάρ σε κατανοήσω φιλίας ἄξιον, εἰς τὸν οἶκόν σε ἄξω,
- χάριτας δέ σοι δωρήσομαι ξενίας καὶ φιλίας, πολλάς τε καὶ ἀγαθάς.
- Εἰμὶ δὲ ἐγὼ Φυσίγναθος ὁ βασιλεὺς, ὃς κατὰ τήνδε τὴν λίμνην
- τιμῶν ἀξιοῦμαι, ἐν τοῖς βατράχοις ἡγεμονεύων πάσας τὰς ἡμέρας·
- καί με Πηλεὺς πατὴρ ἀνέθρεψεν, Ὑδρομεδούσῃ
- μιγεὶς, και συνδυασθεὶς ἐν ἐπιθυμίᾳ, παρὰ ταῖς ὄχθαις τοῦ Ἠριδανοῦ ποταμοῦ.
- καὶ δὴ καί σε βλέπω εὐειδῆ τε, καὶ ἰσχυρὸν διαφερόντως τῶν ἄλλων,
- σκηπτοφόρον βασιλέα, καὶ ἐν τοῖς πολέμοις πολεμιστὴν
- εἶναι· ἀλλά γε τάχιον λέγε τὴν σαυτοῦ γενεάν.
- Πρὸς τοῦτον δὲ ὁ Ψιχάρπαξ ἀπεκρίνετο, καὶ εἶπε·
- Τί δήποτε τὸν ἐμὸν γένος ἐξαιτάζεις, ὦ φίλε; φανερόν ἐστὶν ἅπασι
- τοῖς τε ἀνθρώποις, καὶ τοῖς θεοῖς, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ·
- Ψιχάρπαξ μὲν ἐγὼ ὀνομάζομαι, εἰμὶ δὲ ὑιὸς
- Τρωξάρτου πατρὸς μεγαλοψύχου, καὶ γενναίου, ἡ δέ γε μήτηρ ἐστὶ
- Λειχομύλη, ἡ θυγάτηρ τοῦ βασιλέως Πτερνοτρώκτου·
- ἔτεκε δέ με ἐν καλύβῃ, καὶ ἔθρεψέ με ἐν τοῖς μάλιστα βρωσίμοις
- σύκοις τε, καρύοις τε, καὶ ὄψοις παντοίοις.
- τίνα δὲ τρόπον ποιοῖς φίλον ἐμε, τὸν κατὰ φύσιν μὴ ὄντα σοι ὅμοιον;
- σοὶ μὲν γὰρ ὁ βίος ἐστὶν ἐν τῷ ὕδατι, ἐμοὶ δὲ
- ἔθος ἐσθίειν ὅσα παρὰ τοῖς ἀνθρώποις τυγχάνει, οὐ γάρ με λανθάνει
- ἄρτος πολυκοπάνιστος πὸ κυκλοτεροῦς πινακίου,
- οὔτε πέμμα εὐρύπλαστον ἔχον πολλὴν σισαμίδα, καὶ τυρὸν τετριμμένον,
- οὐ τμήματα ἐ κοπιδίου, οὐχʼ ἤπατα, λίπος λευκὸν, οἷον χιτῶνα, περιβεβλημένα,
- οὐ τυρὸς νεωστὶ πεπηγμένος ἀπὸ γλυκέως γάλακτος,
- οὐ μελίτωμα ἀγαθὸν, ὃ δὴ καὶ αὐτοὶ οἱ θεοὶ ποθοῦσιν,
- οὐδὲ ὅσα πρὸς εὐωχίαν ἀνθρώπων κατασκευάζουσιν οἱ μάγειροι
- σκευάζοντες, καὶ ἀρτύοντες τὰς χύτρας ἡδύσμασι παντοίοις.
- οὐκ ἐσθίω μὲν ῥαφάνιδας, οὐ κράμβας, οὐ κολοκύνθας,
- οὐδʼ ἐν πράσοις χλωροῖς βόσκομαι, οὐδʼ ἐν σελίνοις·
- ταῦτα γὰρ ὑμέτερα ὄψα ἐστὶ τῶν κατὰ λίμνην ἀναστρεφομένων.
- οὐδὲ πώποτε δειλιάσας ἀπέφυγον τὴν κακὴν βοὴν τοῦ πολέμου,
- ἀλλὰ παραχρῆμα ἐπὶ τὴν συμπλοκὴν ἀφικόμενος τοῖς πρωταγωνισταῖς συνέμιξα.
- ἄνθρωπον οὐ φοβοῦμαι, καὶ ταῦτα σῶμα μέγα ἔχοντα,
- ἀλλʼ ἐπὶ τὴν κλίνην ἐρχόμενος τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ δάκνω,
- καὶ τῆς τοῦ ποδὸς πτέρνης ἐλαβόμην τῷ στόματι, καὶ ὀδύνη οὐ κατέλαβε τὸν ἄνδρα,
- οὐδʼ ὁ ἡδὺς καὶ δυσαπάλλακτος ὕπνος ἀπέστη, δάκνοντος ἐμοῦ.
- ἀλλὰ δύο πάντα ταῦτα φοβοῦμαι κατὰ πᾶσαν τὴν γῆν,
- ἱέρακα καὶ γαλῆν, οἵ μοι μεγάλην συμφορὰν ἐπιφέρουσιν,
- καὶ παγίδα, τῶν πολλῶν στεναγμῶν αἰτίαν, ἔνθα ὁ ἀπατεὼν καὶ ἐπίκρυπτος θάνατός ἐστι.
- μάλιστα δὲ τὴν γαλῆν δέδοικα, ἥ τις βελτίστη ἐστὶν,
- ἣ δή με καὶ εἰς τὴν μυωξίαν εἰσερχόμενον, κατʼ αὐτὴν ἔτι τὴν μυωξίαν, ἐπιζητεῖ λαβεῖν.
- Πρὸς ταῦτα δὲ ἐπιγελάσας ὁ Φυσίγναθος ἐναντίον ἔλεγεν·
- Ὦ φίλε, σφόδρα μεγαλοφρονεῖς ἐπὶ τῇ γαστρὶ, ἔστι δʼ ἄρα καὶ ἡμῖν
- πολλὰ καὶ ἐν λίμνῃ, καὶ ἐπὶ γῆς θαυμαστὰ ἰδεῖν·
- διττὴν γὰρ δίαιταν ἔδωκε τοῖς βατράχοις ὁ τοῦ Κρόνου ὑιὸς, καὶ διττὸν βίον,
- χορεῦσαι καὶ τέρπεσθαι κατὰ γῆν, καὶ ἐν τῷ ὕδατι τὸ σῶμα καλύψαι,
- στοιχείοιν δυοῖν κεχωρισμένα οἰκήματα κατοικεῖν.
- Εἰ δὲ βούλει καὶ ταῦτα καταμαθεῖν, ῥάδιον καὶ εὐπετές ἐστίν.
- Ἀνάβηθι ἐπὶ τὰ ἐμὰ νῶτα, ἔχου δέ μου, μήποτε καταπεσὼν ἀπόλλῃ.
- ἵνα χαίρων, καὶ ἀγαλλόμενος εἰς τὸν ἐμὸν οἶκον ἀφίκῃ.
- Οὕτω δὴ εἶπεν, καὶ τὰ νῶτα παρεῖχεν· οὗτος δὲ ἀνέβαινεν ὅτι τάχος
- πηδήματι ἐλαφρῷ καὶ εὐορμήτῳ ἴσχυν τὰς χεῖρας ἐπὶ τῷ τρυφερῷ καὶ ἁπαλῷ αὐχένι.
- καὶ τὸ μὲν πρῶτον ἥδετο καὶ εὔφραινε, ἡνίκα ἑώρα πλησίον τὰ πρόσγεια τῆς λίμνης,
- χαίρων καὶ ἀγαλλομενος τῆ νήξει, καὶ πορείᾳ τοῦ Φυσιγνάθου. ἀλλʼ ἡνίκα δὴ
- κύμασι πορφυροῖς καὶ μέλασι κατεβρέχετο, σφόδρα κλαίων,
- ἀνόνητα μετανοῶν ᾐτιᾶτο, καὶ κατεγίνωσκεν ἑαυτοῦ, ἀνέσπα δὲ τὰς τρίχας,
- καὶ τοὺς πόδας συνεῖχε, και ἔσφιγγεν ὑπὸ τὴν γαστέρα, ἔνδον δε ἡ ψυχὴ αὐτοῦ
- ἐκινεῖτο ἀήθως, καὶ πρὸς τὴν γῆν ἤθελεν ἀφικέσθαι·
- χαλεπῶς δὲ ἀνεστέναζεν ὑπὸ τῆς ἀνάγκης τοῦ ψυχροῦ δέους.
- Οὐρὰν μὲν τὰ πρῶτα ἐν τῷ ὕδατι κάθαπερ κώπην
- ἐπισύρων, καὶ εὐχόμενος τοῖς θεοῖς πρὸς τὴν γῆν ἀφικέσθαι,
- κύμασι πορφυροῖς καὶ μέλασιν κατέβρεχε σφόδρα κλαίων,
- καὶ λόγον εἶπε τοιοῦτον, ἀπὸ στόματος δὲ ἐλάλει·
- Οὐχ οὕτως ἐπὶ τῶν νώτων ἐβάστασε φορτίον ἔρωτος
- ὁ Ταῦρος, ἡνίκα τὴν Εὐρώπην ἦγε διὰ θαλάσσης ἐπὶ τὴν Κρήτην,
- ὥσπερ νῦν ἀνελόμενος καὶ ἐφαπλώσας ἐπὶ τῶν νότων ἐμὲ ἄγει εἰς τὸν οἶκον
- ὁ βάτραχος, ᾄρας καὶ ἐπικουφίσας τὸ χλωρὸν αὐτοῦ σῶα ἐπὶ τῷ λευκῷ ὕδατι.
- Ἕδρος δὲ αἰφνιδίως ἀνεφάνη, θέαμα φοβερὸν
- ἑκατέρῳ, ὀρθὸν δὲ τὸν τράχηλον εἶχεν ὑπεράνω τοῦ ὕδατος·
- τοῦτον θεασάμενος ὁ Φυσίγναθος κατεβαπτίσθη, ἀκ ἔτι λογισάμενος
- ὁποῖον φίλον ἀπολούμενον ἔμελλε καταλείπειν,
- κατέβη δὲ εἰς τὸ βάθος τῆς λίμνης, καὶ ἐξέφυγε τὴν θανατηφόρον ἀνιαρὰν μοῖραν.
- Ἐκεῖνος δὲ ἐπειδὴ κατελείφθη ἔπεσε παραχρῆμα ὕπτιος εἰς τὸ ὕδωρ,
- ἔσφιγγε δὲ καὶ συνεῖχε τὰς χεῖρας, καὶ ἀπολούμενος διεγόγγυζε.
- καὶ πολλάκις μὲν κατεβαπτίζετο εἰς τὸ ὕδωρ, πολλάκις δὲ
- πλήττων τοῖς ποσὶν ἀνεφέρετο, τὸν θάνατον δὲ οὐκ ἦν δυνατὸν ἐκφυγεῖν.
- βρεχόμεναι δὲ αἱ τρίχες μέγιστον βάρος ἦσαν ἐπʼ αὐτῷ·
- ὕδατι δὲ ἀπολούμενος τοιούτους λόγους ἐφθέγξατο·
- Οὐ λήσεις τοὺς θεοὺς, ὦ Φυσίγναθε, ταῦτα πεποιηκὼς,
- εἰς τὴν λίμνην με ἀποῤῥίψας ἄνωθεν ἀπὸ τοῦ σώματός σου, ὥσπερ ἀπό τινος πέτρας ὑψηλῆς·
- οὐκ ἄν μου κατὰ γῆν κρίσσων ἐτύγχανες, ὦ πονηρότατε,
- παγκρατίῳ τε, καὶ πάλῃ, καὶ εἰς δρόμον, ἀλλʼ ἀπατήσας καὶ ψευσάμενος
- ἔῤῥιψάς με εἰς τὸ ὕδωρ· ἔχει ὁ θεὸς τιμωρητικὸν ὀφθαλμόν,
- καὶ κόλασιν καὶ ἀνταπόδοσιν δικαίαν, ὃς δὴ ἀποδώσει σοι,
- διὰ ταῦτα τιμωρήσονταί σε ὁ τῶν μυῶν στρατὸς, οὐ δὲ διαδράσεις.
- Οὕτως εἰπὼν ἐξέπνευσεν ἐν τῷ ὕδατι· ἐθεάσατο δὲ αὐτὸν
- Λειχοπίναξ ἐπὶ ταῖς μαλακαῖς ὄχθαις καθήμενος·
- θρηνῶν δὲ τραιῶς ἀνεβόησε, καὶ δραμὼν ἀπήγγειλε τὸ γεγονὸς τοῖς μυσίν·
- Ἐπεὶ δὲ ἤκουσαν τὸν θάνατον, ὀργὴ χαλεπὴ ἐξῆψεν· ἅπαντας,
- καὶ τηνικαῦτα τοῖς ἑαυτῶν κήρυξιν ἐκέλευσαν ἕωθεν μάλα
- κηρύττειν, καὶ συγκαλεῖν ἀγορὰν εἰς τὰ οἰκήματα τοῦ Τρωξάρτου,
- ὑιοῦ πατρὸς τοῦ ἀθλίου ύχαρπαγος, ὃς ἐν τῇ λίμνῃ
- ἐξήπλωτο ὕπτιος σῶμα νεκρὸν, οὐδὲ παρὰ τὰς ὄχθας
- ἔκειτο ἤδη ὁ ταλαίπωρος, ἀλλʼ ἐν τῷ μέσῳ τῆς λίμνης ἐφέρετο.
- Ἐπεὶ δὲ παρεγένοντο ἐπειγόμενοι ἅμα τῷ πρωὶ, ἀνέστη πρῶτος
- Τρωξάρτης ἕνεκα τοῦ παιδὸς ὀργιζόμενος, καὶ εἶπε λόγον.
- Ὦ φίλοι, εἰ καὶ μόνος ἐγὼ πολλὰ δεινὰ ἔπαθον
- ὑπὸ τῶν βατράχων, ἀλλʼ ἥγε προσβολὴ καὶ ἐπιχείρησις κατὰ πάντας ἐγεγόνει·
- εἰμὶ δὲ νῦν ἄθλιος καὶ οἰκτρὸς, ἐπειδὴ τρεῖς ὑιοὺς ἀπώλεσα,
- καὶ τὸν μὲν πρῶτον ἀπέκτανεν ἀρπάσασα
- ἡ μισητοτάτη γαλῆ, ἔξω τῆς μυωξίας καταλαβοῦσα αὐτὸν,
- τὸν ἄλλον δὲ πάλιν ἄνδρες, ὠμοί τε, καὶ ἀγνώμονες εἰς θάνατον εἵλκυσαν
- νεωτέραις τέχναις καὶ ἐπιβουλαῖς, ξύλινόν τινα δόλον καὶ μηχάνημα ἐξευρόντες,
- ἣν Παγίδα ὀνομάζουσι, μυῶν θανατηφόρον οὖσαν.
- ὁ τρίτος δὲ ἦν ἀγαπητὸς ἐμοὶ, καὶ τῇ ἀγαθῇ μητρὶ,
- τοῦτον ἀπέπνιξεν ὁ βάτραχος κακὸς, εἰς τὸ βάθος τῆς λίμνης ἀπαγαγών.
- ἀλλʼ ἄγετε καθοπλίζεσθε καὶ ἴωμεν κατʼ αὐτῶν,
- τὰ σώματα περιστείλαντες ὅπλοις ποικίλοις.
- Ταῦτα εἰπὼν, κατέπεισεν ἅπαντας ἐνόπλους γενέσθαι.
- Κνημῖδας μὲν οὖν πρῶτον περὶ τὰς κνήμας ἔθηκαν,
- σχίσαντες χλωροὺς κυάμους, καὶ καλλῶς κατασκευάσαντες,
- οὓς αὐτοὶ νύκτωρ ἐπελθόντες κατέφαγον·
- ἀσπὶς δὲ ἦν ὁ τοῦ λύχνου μέσος ὀμφαλὸς τὰ δόρατα δὲ ἦσαν
- βελόναι μακραὶ, στερεώτατον ἔργον σιδήρου·
- τὸ κράνος δὲ ἦν ἐπὶ τοῖς κροτάφοις καρύου φλοιὸς,
- θώρακας δὲ εἶχον ἀπὸ καλῶν καὶ τεθραμμένων δερμάτων,
- οὓς γαλῆν ἐκδείραντες εὐτέχνως καὶ συνετῶς κατασκεύασαν·
- οὕτω μὲν μῦες καθωπλισμένοι ἐτύγχανον. ἐπεὶ δὲ ἔμαθον ταῦτα
- οἱ βάτραχοι ἀνέβησαν ἐκ τοῦ ὕδατος, εἰς ἕνα δὲ τόπον
- συνελθόντες, συνῆγον βουλὴν πολέμου κακοῦ καὶ δεινοῦ·
- σκοπουμένων δὲ αὐτῶν πόθεν ὁ πόλεμος, καὶ τίς ἡ φήμη,
- κῆρυξ ἐγγὺς ἀφίκετο, ἔχων ἐν ταῖς χερσὶ ῥάβδον,
- Ἐμβασίχυτρος ὁ ὑιὸς τοῦ μεγαλοψύγου καὶ γενναίου Τυρογλύφου
- μηνύων πολέμου καὶ μάχης κακὴν ἀγγελίαν, καὶ εἶπε λόγον.
- Ὦ βάτραχοι, οἱ μῦες διαγγεῖλαι τὰ χείρω ἔπεμψάν με ὑμῖν
- φάναι καθοπλίζεσθαι ἐπὶ πόλεμον καὶ μάχην.
- ἐθεάσαντο γὰρ ἐν τῷ ὕδατι Ψιχάρπαγα ὅν τινα ἐφόνευσεν
- Φυσίγναθος ὁ ὑμέτερος βασιλεύς. ἀλλὰ πολεμεῖτε,
- ὅσοι ἐν τοῖς βατράχοις ἀριστεῖς καὶ ἀνδρεῖοι γεγόνατε.
- Οὕτως εἰπὼν τὸ πρᾶγμα ἐνεδείξατο. ὁ λόγος δʼ εἰς τὰ ὦτα πάντων
- εἰσδὺς ἐκίνησε τὰς διανοίας τῶν ἀνδρείων καὶ ἀλαζόνων βατράχων.
- αἰτιωμένων δὲ καὶ κατηγορούντων αὐτῶν Φυσίγναθος ἀναστὰς ἔφη.
- Ὦ φίλοι, οὐκ ἀπέκτεινα ἐγὼ μῦν, οὐδὲ ἐθεασάμην αὐτὸν
- ἀπολλύμενον· ἐπνίγη δηλαδὴ παίζων παρὰ τὴν λίμνην,
- μιμούμενος τὰς νήξεις καὶ τὰς καθʼ ὕδωρ πορείας τῶν βατράχων· οὗτοι δὲ οἱ πονηρότατοι
- νῦν αἰτιῶνται ἐμὲ τὸν ἀθῶον καὶ μηδενὸς ὄντα. ἀλλʼ ἄγετε βουλὴν
- συζητήσωμεν εὑρεῖν, ὅπως τοὺς κακοτρόπους καὶ ἐπιβούλους μῦας ἀφανίσωμεν.
- Τοιγαροῦν ἐγὼ λέξω καθάπερ μοι φαίνεται μάλιστα ἔχειν.
- τὰ σώματα στολίσαντες καθωπλισμένοι στῶμεν ἅπαντες
- παρὰ τοῖς ἄκροις τῶν χειλέων τῆς λίμνης, ἔνθα ὁ τόπος κρημνώδης καὶ πρηνής ἐστίν.
- ὁπόταν δὲ ἐφορμήσαντες ἐρ ἡμᾶς ἔλθωσιν,
- ἡμεῖς δραξάμενοι τῶν περικεφαλαμῶν καὶ ἁρπάσαντες, ὃς ἂν ἐγγὺς ἐναντίον παραγένοιτο,
- εἰς τὴν λίμνην αὐτοὺς αὐταῖς περικεφαλαίαις παραχρῆμα ἐμβάλωμεν.
- οὕτω γὰρ καταποντίσαντες καὶ πνίξαντες ἐν τῷ ὕδατι τοὺς ἰδιώτας καὶ ἀπείρους τοῦ νεῖν,
- στήσομεν περιχερῶς οὕτω τὸ ἐπὶ τῷ φόνῳ τῶν μυῶν τρόπαιον.
- Οὕτως εἰπὼν κατέπεισεν ἅπαντας ἐν ὅπλοις γενέσθαι·
- φύλλοις μὲν οὖν μαλάχων τὰς κνήμας περιεκάλυψαν,
- θώρακας δὲ εἶγον ἀπὸ τεύτλων χλωρῶν καὶ πλατυτέρων·
- τὰ φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας καλῶς κατεσκεύσαν·
- δόρυ δὲ ἑκάστῳ ἐφήρμοστο σχοῖνος ὀξὺς καὶ μακρὸς,
- καὶ δὴ κέρα κοχλιῶν λεπτοτέρων περιεκάλυπτε τὰς κεφαλὰς αὐτῶν·
- καθοπλισθέντες δὲ ἔστησαν ἐπὶ ταῖς ὑψηλαῖς ὄχθαις,
- κινοῦντες τὰ δόρατα, ὀργῆς δὲ ἕκαστος ἐπληροῦτο.
- Ζεὺς δὲ συγκαλέσας τοῦς Θεοὺς εἰς τὸν τοὺς ἀστέρας ἔχοντα οὐρανὸν,
- καὶ δείξας τὸ πλῆθος τοῦ πολέμου καὶ τοὺς ἀνδρείους πολεμιστὰς
- πολυπληθεῖς ὄντας καὶ εὐμεγέθεις, καὶ δόρατα ἐπὶ μάχῃ ἔχοντας,
- ὅπως ὁ τῶν βατράχων στρατὸς καλῶς ἦν πλήρης γιγάντων·
- καὶ οἱ μῦες ἐτύγχανον ὅμοιοι κενταύρων μεγαλοφόνων καὶ ἀλαζόνων·
- οἷον δὴ τὸ κενταύρων καὶ γιγάντων πορεύεται στράτευμα·
- ἡδέως γελῶν ἤρετο τίνες βατράχοις βοηθοὶ,
- ἢ τοῖς μυσὶ καταπονουμένοις εἰσὶ, καὶ πρὸς τὴν Ἀθηνᾶν εἶπεν.
- Ὦ θύγατερ ἦπου βοηθήσουσα μυσὶν ἀπέρχῃ,
- καὶ γὰρ ἐν τῷ σῷ ναῷ χορεύοσιν ἅπαντες ἀεὶ
- λίπει εὐφραινόμενοι, καὶ ὄψοις διαφόροις τε καὶ πολλοῖς.
- Οὕτω δὴ εἶπεν ὁ τοῦ Κρόνου ὑιὸς· πρὸς αὐτὸν δὲ εἶπεν ἡ Ἀθηνᾶ.
- Ὦ πάτερ, οὐδέποτʼ ἂν ἐγὼ τοῖς μυσὶ νικομένοις καὶ καταπονουμένοις
- παραγενοίμην βοηθὸς, ἐπειδὴ πολλὰ δεινά με εἰργάσαντο,
- τοὺς στεφάνους καὶ τὰ διαδήματα καταλύοντες καὶ τοὺς λίχνους χάριν τοῦ ἐλαίου·
- τοῦτο δὲ λίαν ἔπληξε τὴν ἐμὴν διάνοιαν, ὢ οἷά με εἰργάσαντο,
- τὸν πέπλον μου κατέφαγον ὃν πονήσασα ὕφανα
- ἐκ κρόκης λεπτῆς, καὶ στήμονα λεπτον ἔκλωσα,
- καὶ τρύπας ἐποίησαν, ὁ ῥάπτης δέ μοι παρεγένετο,
- καὶ ἀπαιτεῖ με πολύ· τούτου ἕνεκα ἐθυμώθην,
- δανεισαμένη γὰρ ἔκλωσα, καὶ νῦν οὐκ ἔχω ἀποδοῦναι,
- καὶ ἀπαιτεῖ με τόκον καὶ γινόμενον, τὸ δὴ φοβερόν ἐστι τοῖς αθανάτοις θεοῖς.
- Οὐ μὴν ἀλλʼ οὐδὲ οὕτως τοῖς βατράχοις βοηθεῖν ἐθελήσω·
- οὐδὲ γὰρ αὐτοὶ εἰσὶ βέβαιοι τὸν νοῦν, ἀλλά με πρότερον
- ἐκ τοῦ πολέμου ἐπανερχομένην ἐπειδὴ· σφόδρα κόπου ἐπλήσθην,
- ὕπνου δεομένην οὐκ ἀφῆκαν, θόρυβον καὶ ταραχὴν ποιοῦντες,
- οὐδʼ ἐπὶ μικρὸν ἐπικλίναι καὶ καταμύσαι τὰ βλέφαρα· ἐγὼ δὲ ἄγρυπνος κατεκίμην,
- τὴν κεφαλὴν ὀδυνωμένη, ἔως ἐφώνησεν ὁ ἀλεκτρυών.
- Ἀλλʼ ἄγετε λήξωμεν, ὦ Θεοὶ, τούτοις βοηθεῖν
- μή τις ἡμῶν πληγῇ βέλει ὀξεῖ καὶ τμητικῷ,
- μή τις καὶ δόρατι τὸ σῶμα τρωθῇ ἢ ξίφει,
- εἰσὶ γὰρ οἷοι ἐκ τοῦ σύνεγγυς μάχεσθαι, εἰ καὶ ὁ θεὸς ἐναντίον παραγένοιτο,
- πάντες δὲ ἐκ τοῦ οὐρανοῦ τὴν μάχην θεώμενοι εὐφραινώμεθα καὶ ἀγαλλώμεθα.
- Οὕτως εἶπεν· ταύτῃ δὲ ἐπείσθησαν οἱ ἄλλοι θεοὶ·
- σύμπαντες δὲ οἱ ὁμόθεν ἀθρόοι συνῆλθον εἰς ἕνα τόπον.
- Κατῆλθον δὲ οἱ κήρυκες τὸ τοῦ πολέμου σύνθημα φέροντες.
- καὶ τότε δὴ κώνωπες μεγάλας σάλπιγγας φέροντες
- φοβερὸν ἐσάλπιζον κτύπον πολέμου καὶ μάχης, ἐκ τοῦ οὐρανοῦ δὲ
- Ζεὺς ὁ ὑιὸς τοῦ Κρόνου ἐβρόντησε σημεῖον πολέμου χαλεποῦ.
- Πρῶτος δὲ Ὑψιβόας δόρατι ἔτρωσεν Λειχήνορα,
- ἑστῶτα ἐν τοῖς πρωταγωνισταῖς, παρὰ τὸν γαστέρα εἰς τὸ μέσον τοῦ ἥπατος
- κατέπεσε δὲ ἐπὶ πρόσωπον, τὰς ἁπαλὰς δὲ τρίχας ἐνέφυρε τῇ κόνῃ.
- Τρωγλοδύτης δὲ μετʼ αὐτὸν ἔβαλε τὸν Πηλέως ὑιὸν,
- ἔπηξε δὲ ἐν τῷ στήθει τὸ στερεὸν δόρυ, πεσόντα δὲ αὐτὸν
- κατείληφεν ὁ σκοτεινὸς θάνατος, ἡ ψυχὴ δὲ ἀπέπτη, καὶ ᾤχετο ἐκ τοῦ σώματος.
- Σευτλαῖος δὲ τρώσας Ἐμβασίχυτρον παρὰ τὴν καρδίαν ἀνεῖλεν·
- Ἀρτοφάγος δὲ ἔπληξε κατὰ τὴν γαστέρα Πολύφωνον,
- ἔπεσε δὲ ἐπὶ πρόσωπον, ἡ ψυχὴ δὲ ἀπέπτη καὶ ᾤχετο ἀπὸ τῶν μελῶν.
- Λιμνόχαρις δὲ ἐπειδὴ ἐθεάσατο τὸν Πολύφωνον ἀνῃρημένον,
- ἐπελθὼν ἔπληξε τὸν Τρωγλοδύτην κατὰ τὸν ἁπαλὸν τράχηλον
- λίθῳ στρογγύλῳ τε καὶ τραχεῖ, σκότος δὲ αὐτὸν κατὰ ὀφθαλμοὺς περιεκάλυψε.
- Τρωγλωδύτης δὲ ἐφορμήσας ἀπέκεινε Βρεκαίκιστα ἀγαθὸν καὶ ἀνδρεῖον·
- Ὠκιμίδην δὲ κατείληφε λύπη μεγάλη, καὶ ἔβαλε τῷ ὀξεῖ σχοίνῳ,
- ἀλλʼ οὗτος ἔσπασε μὲν τὸ δόρυ, ὥρμησαν δὲ ἐπʼ αὐτὸν
- οὐδʼ αὖθις ἀφῆκεν οὗτός γε ἐναντίον τὸ δόρυ παραχρῆμα γάρ τοι κατέπεσε·
- Λειχήνωρ δὲ Κωστοφάγου κατεστοχάζετο δόρατι·
- οὗτος δὲ ἐπειδὴ ἐθεάσατο, φεύγων ἐνέπεσε εἰς τὰς ὄχθας,
- ἀλλʼ οὐδὲ οὕτως ἐπαύετο αὐτὸς· ἀλλʼ ἐν τῷ ὕδατι ἔτρωσεν αὐτὸν.
- κατέπεσε δὲ, οὐδὲ ἀνέκυψεν ἔτι, ἐβάπτετο δὲ ἡ λίμνη τῷ αἵματι
- τῷ πορφυρῷ· αὐτὸς δὲ ἐπὶ τὴν παρειὰν πεσὼν ἐξήπλωτο,
- ἐπὶ χολάσι πίοσιν ἐπισαλεύων τοῖς λαγόσιν.
- Τυρογλύφον δὲ παρὰ ταῖς ὄχθαις Λιμνήσιος ἀπέκτεινεν,
- Πτερνογλύφον δὲ θεασάμενος ὁ Καλαμίνθιος κατέδυ εἰς τὸ βάθος,
- ἐπήδησε δὲ εἰς τὴν λίμνην φεύγων, τὴν ἀσπίδα ἀποῤῥίψας·
- υτραῖον δὲ ἀπέκτεινεν ὁ βέλτιστος Ἐμβασίχυτρος·
- Ὑδρόχαρις δὲ ἀνεῖλε Πτερνοφάγον τὸν βασιλέα,
- παίσας αὐτὸν λίθῳ χειροπληθεῖ κατὰ τὸ ὑπερμετώπιον· ὁ ἐγκέφαλος δὲ
- κατεστάλαξεν ἀπὸ τῶν ῥινῶν· διεβρέχετο δὲ καὶ ἐφύρετο ἡ γῆ τῷ αἵματι.
- Λειχοπίναξ δὲ ἀνεῖλε τὸν ἄμεμπτον Βορβοροκοίτην
- δόρατι ἐφορμήσας· σκοτία δὲ αὐτόν κατὰ τοὺς ὀφθαλμοὺς περιεκάλυψεν·
- Πρασοφάγος δὲ θεασάμενος εἵλκυσεν αὐτὸν ἀπὸ τοῦ ποδὸς νεκρὸν ὄντα,
- καὶ κατέθηκεν ἐν τῇ λίμνῃ· περιλαβὼν τὸν τένοντα αὐτοῦ τῇ χειρι.
- Ψιχάρπαξ δὲ ἐπεβοήθει μαχόμενος ὑπὲρ τῶν ἀποθανόντων φίλων,
- καὶ ἔτρωσε τὸν Πρασοφάγον μήπω εἰς γῆν ἐλθόντα
- ἔπεσε δὲ ἔμπροσθεν, αὐτοῦ δὲ ἡ ψυχὴ ᾤχετο ἔξω.
- Πηλοβάτης δὲ θεασάμενος πηλοῦ ὅσον δράξαι τῇ χειρὶ, ἔῤῥιψεν ἐπʼ αὐτὸν,
- καὶ ἔχρισε τὸ μέτωπον, καὶ παρʼ ὀλίγον ἐξετύφλωσεν.
- ἐθυμώθη δὲ ἐκεῖνος, καὶ λαβὼν τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρὶ
- λίθον κείμενον ἐν τῇ γῇ, μέγα βάρος γῆς,
- Τούτῳ ἔπαισε τὸν Πηλοβάτην κατὰ τὰ γόνατα· πᾶσα δὲ συνετρίβη
- ἡ δεξιὰ κνήμη, ἔπεσε δὲ ἐπὶ τὰ μετάφρενα ἐν τῇ κόνει.
- Κραυγασίδης δὲ ἐπεβοήθει, καὶ οὕτως ἐπῆλθε κατʼ αὐτοῦ
- ἔπαισε δὲ κατὰ τὸ μέσον τῆς γαστρὸς αὐτοῦ· πᾶς δὲ αὐτῷ εἰς τὸ ἔνδον
- ὁ ὀξὺς σχοῖνος εἰσῆλθεν· ἐπὶ τὴν γῆν δὲ ἐξεχύθη πάντα
- τὰ ἐντὸς ὑπὸ τοῦ δόρατος ἀποσπωμένου χειρὶ παχείᾳ καὶ ἰσχυρᾷ.
- Σιτοφάγος δὲ ἐπειδὴ ἐθεάσατο παρὰ ταῖς ὄχθαις τοῦ ποταμοῦ
- ὁρμῶν ἐκ τοῦ πολέμου ἀνεχώρει, κατεπονεῖτο δὲ χαλεπῶς.
- ἐπήδησε δὲ εἰς τὴν τάφρον, ἵνα διαφύγῃ τὸν ἀφανιστικὸν θάνατον.
- Τρωξάρτης δὲ ἔτρωσε τὸν Φυσίγναθον εἰς τὸ ἄκρον τοῦ ποδὸς·
- τελευταῖος δὲ ἐκ τῆς λίμνης ἀνέβη, κατεπονεῖτο δὲ χαλεπῶς.
- Πρασσαῖος δὲ ἐπειδὴ ἐθεάσατο προπεσόντα ἔτι τὰ τελευταῖα πνέοντα,
- ἐπορεύθη διὰ τῶν πρωταγονιστῶν, καὶ ἔβαλε σχοίνῳ ὀξεῖ·
- οὐδ ἔσχισε τὴν ἀσπίδα, ἀλλʼ ἐπεσχέθη αὐτόθι ἡ τοῦ δόρατος αἰχμή.
- τούτου δὲ ἀμώμητον καὶ τετράχυτρον ἔπαισε κράνος
- ὁ ἔνδοξος Ὀριγανίων, μιμούμενος τὸν Ἄρεα αὐτὸν τὸν θεὸν,
- ὃς δὴ μόνος ἐν τοῖς βατράχοις ἠνδραγάθει κατὰ τὸν στρατὸν.
- Ὥρμησαν δὴ οὖν ἐπʼ αὐτὸν· οὗτος δὲ ἐπειδὴ ἐθεάσατο οὐκ ἔτλη καρτερῶν
- τοὺς ἀνδρείους ἥρωας· αλλὰ κατέβη εἰς τὸ βάθος τῆς λίμνης
- ἦν δὲ τις ἐν τοῖς μυσὶ νέος διαφέρων τῶν ἄλλων
- δόρατι μαχόμενος ἀεὶ, ὑιὸς ἀγαπητὸς τοῦ βελτίστου Ἀρτεπιβούλυ,
- Μεριδάρπαξ ἡγεμὼν ὅμοιος τῷ φοβερῷ Ἄρει,
- ὃς δὴ ἐπελθὼν ἐκέλευσε τὸν ὑιὸν μετασχεῖν τοῦ πολέμου,
- αὐτὸς δὲ ἵστατο μέγα φρονῶν καὶ ἐπαιρόμενος κατὰ τὴν λίμνην,
- οὕτος ἀφανίσαι τὸ γένος τῶν βατράχων διετείνετο,
- καὶ σχίσας ἀναμέσον τὴν ῥάχην τοῦ καρύου εἰς δύο μέρη,
- ἔθηκε ταῖς χερσὶν ἐπίφραγμα ἐν ἀμφοτέροις τοῖς ὤμοις.
- οὗτοι δὲ παραχρῆμα φοβηθέντες ἔδραμον πάντες πρὸς τὴν λίμνην,
- καὶ δὴ ἐτελείωσεν ἂν τὸ ἔργον ἐπειδὴ μεγάλη αὐτῷ δύναμις ἦν,
- εἰ μὴ τάχεως εἶδεν αὐτὸν ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν,
- καὶ τότε δὴ ἀπολλυμένους τοὺς βατράχους ἐλέησεν ὁ τοῦ Κρόνου ὑιὸς.
- κινήσας δὲ τὴν κεφαλὴν, τοιαύτην ἀφῆκε φωνὴν.
- Φεῦ φεῦ· ὄντως που μέγα θαῦμα τοῦτο θεῶμαι τοῖς ὀφθαλμοῖς,
- οὐ μετρίως με δάκνει καὶ λυπεῖ Μεριδάρπαξ, ὃς παρὰ τὴν λίμνην
- ἀποκτείνειν τοὺς βατράχους γαυριᾷ καὶ ἐπαίρεται· ἀλλʼ ὅτι τάχος
- Παλλάδα ἀποστείλωμεν τὴν πολεμικὴν, καὶ τὸν Ἄρεα,
- οἳ ἀποστήσουσιν αὐτὸν τοῦ πολέμου καίπερ ὄντα ἰσχυρὸν καὶ γενναῖον·
- οὕτω δὴ εἶπεν ὁ τοῦ Κρόνου ὑιὸς· ὁ Ἄρης δὲ ἀπεκρίνατο λέγων·
- οὐχ ἡ τῆς Ἀθηνᾶς δύναμις, ὦ ὑιὲ τοῦ Κρόνου, οὐδὲ τοῦ Ἄρεος
- δυνήσεται βοηθῆσαι τοῖς βατράχοις καὶ ἀποσοβῆσαι τὸν χαλεπὸν θάνατον
- ἀλλʼ ἄγετε πάντες πορευθῶμεν εἰς βοήθειαν, ἢ τὸ σὸν ὅπλον
- κινηθήτω. οὕτω γὰρ κρατηθήσεται ὅστις ἂν κράτιστος ᾖ,
- ὥσπερ καὶ τοὺς Τιτάνας τὸ πάλαι ἀνεῖλες κρατίστους ὄντας ὑπὲρ ἅπαντας,
- ὥσπερ καὶ ἐν νηῒ τὸ πὰλαι ἀπέκτεινας ἄνδρα ἰσχυρὸν,
- καὶ Κελάδοντα ἐδέσμευσας καὶ τὰ ἄγρια γένη τῶν Γιγάντων.
- Οὕτω δὴ εἶπεν· ὁ τοῦ Κρόνου δὲ ὑιὸς ἀφῆκε κεραυνὸν καυστικόν.
- Πρῶτον μὲν οὖν ἐβρόντησε, καὶ τὸν μέγαν οὐρανὸν συνετάραξεν,
- ἔπειτα δὲ κεραυνὸν φοβερὸν ὅπλον Διὸς
- ἀφῆκε, συστρέψας· οὗτος δὲ ἀπέπτη ἐν τῆς χειρὸς τοῦ βασιλέως.
- Πάντας μὲν οὖν εἰς φόβον ἐνέβαλε κεραυνώσας ἐπὶ μόνους τοὺς μύας·
- οὐ μὴν, ἀλλʼ οὐ δʼ οὕτως ἀπεπαύετο ὁ στρατὸς τῶν μυῶν, ἀλλʼ ἔτι μᾶλλον
- ἤλπιζεν ἀφανίσειν τὸ γένος τῶν βατράχων τῶν πολεμιστῶν·
- εἰ μὴ ἐξ οὐρανοῦ ἠλέησε τοὺς βατράχους ὁ τοῦ Κρόνου ὑιός.
- ὅς τις καταπονουμένοις βοηθοὺς αὐτὸς ἀπέστειλεν.
- ἀφίκοντο γὰρ αἰφνιδίως τινες νῶτα ἔχοντες ὅμοια ἄκμοσι καὶ καμπύλους ὄνυχας,
- πλαγίως πορευόμενοι, σκολιοὶ, ψαλιδόστομοι, καὶ ἔχοντες δέρματα στερεὰ καὶ ὀστρακώδη,
- ὀστώδεις τὸ ὅλον σῶμα, εὐρῖς τὰ νῶτα, μαρμαίροντες ἐν τοῖς ὤμοις,
- στρεβλόποδες, χεῖρας ἐκτεταμένας ἔχοντες, ἀπὸ τοῦ στήθους ὁρῶντες,
- ὀκτὼ πόδας ἔχοντες, δύο κεφαλὰς, πολλὰς χεῖρας· οὗτοι δὲ ὀνομάζονται
- Καρκῖνοι· οἳ δὴ τὰς οὐρὰς τῶν μυῶν ἔτεμνον τοῖς στόμασιν,
- καὶ τοὺς πόδας καὶ τὰς χεῖρας, ἐκάμπτοντο δὲ καὶ κατεῤῥήγνυντο τὰ δόρατα,
- τούτους δὲ ἐφοβήθησαν ἅπαντες οι μῦες, οὐδʼ ἔτι παρέμειναν,
- εἰς φυγὴν δὲ ἐτράπησαν· ὁ ἥλιος δὲ ἔδυνε,
- καὶ τὸ τοῦ πολέμου τέλος εἰς μίαν ἡμέραν ἐτελεσιουργήθη.