Gaza's "Batrachomyomachia"

  Verse Prose Paraphrase
1 Ἀρχόμενος πρώτως, Μουσῶν χορὸν ἐξ Ἑλικῶνος Αρχὴν τήνδε ποιούμενος, προηγουμένως τὸν τῶν Μουσῶν σύλλογον ἐκ τοῦ Ἑλικῶνος
2 Ἐλθεῖν εἰς ἐμὸν ἠτορ ἐπεύχομαι, ἕινεκʼ ἀοιδῆς· ἀφικέσθαι εἰς τὴν ἐμὴν ψυχὴν εὔχομαι, χάριν ᾠδῆς καὶ ἐμμελείας ποιητικῆς·
3 Ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα, ἣν νοωστὶ ἐν πινακιδίοις καὶ χάρταις ἐπὶ τοῖς ἐμοῖς γόνασιν ἔθηκα,
4 Δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος, μάχην ἄπειρον, καὶ πλείστην, ἔργον πολυτάραχον πολέμου,
5 Ἐυχόμενος μερόπεσσιν ἐς ὄυατα πᾶσι βαλέσθαι· δεόμενος εἰς τὰ ὦτα πάντων ἀνθρωπῶν ἐμβαλλεῖν
6 Πῶς μῦες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν, κατὰ τίνα τρόπον οἱ μῦες κατὰ βατράχων ἀνδραγαθήσαντες ἀπήλλαξαν,
7 Γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα γιγάντων, τὰς τῶν ἐκ Γῆς γεννηθέντων ἀνδρῶν Γιγάντων πράξεις μιμούμενοι,
8 Ὡς λόγος ἐν θνητοῖσιν ἔην· Τοίην δʼ ἔχον ἀρχήν. ὥσπερ ἐν τοῖς ἀνθρώποις λόγος ἐστί. Τοιαύτην ἀρχὴν εἶχεν ἡ μάχη.
9 Μῦς ποτε διψαλέος, γαλέης κίνδυνον ἀλύξας, Μῦς ποτὲ ὑπερδηψῶν γαλῆς κίνδυνον διαφυγὼν, καὶ διασωθεὶς,
10 Πλησίον ἐν λίμνῃ πίνων παρέθηκε γένειον, πλησίον ἐν λίμνῃ πίνων ἐνέβαλε τὴν σιαγόνα,
11 Ὕδατι τερπόμενος μελιηδέϊ, τὸν δὲ κατεῖδε ὕδατι εὐφραινόμενος ἡδεῖ καὶ χαρίεντι· τοῦτον δὲ ἐθεάσατο
12 Αιμνόχαρις πολύφημος, ἔπος δʼ ἐφθέγξατο τοῖον. ὁ κατὰ λίμνην χαίρων πολύφημος, λόγον δʼ εἶπε τοιοῦτον.
13 Ξεῖνε, τίς εἶ; πόθεν ἦλθες ἐπʼ ἠ ϊόνα; τίς δὲ σʼ ὁ φῦσας; Ὦ φίλε, τίς εἶ; πόθεν ἐλήλυθας ἐπὶ τὸν αἰγιαλὸν; τίς δʼ ἐστὶν ὁ γεννήσας σε;
14 Πάντα δʼ ἀλήθευσον, μὴ ψευδόμενὸν σε νοήσω. πάντα δὲ ἀληθῶς εἰπε, καὶ ὅπως μὴ ψεύδεα λέγοντά σε ἐννοήσω.
15 Ἐι γάρ σε γνόιην φίλον ἄξιον, ἐς δόμον ἄξω, εἰ γάρ σε κατανοήσω φιλίας ἄξιον, εἰς τὸν οἶκόν σε ἄξω,
16 Δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ, καὶ ἐσθλά. χάριτας δέ σοι δωρήσομαι ξενίας καὶ φιλίας, πολλάς τε καὶ ἀγαθάς.
17 Ἐιμὶ δʼ ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνην Εἰμὶ δὲ ἐγὼ Φυσίγναθος ὁ βασιλεὺς, ὃς κατὰ τήνδε τὴν λίμνην
18 Τιμῶμʼ ἐν βατράχοις, ἡγούμενος ἤματα πάντα. τιμῶν ἀξιοῦμαι, ἐν τοῖς βατράχοις ἡγεμονεύων πάσας τὰς ἡμέρας·
19 Καί με πατὴρ Πηλεὺς ἀνεθρέψατο, Ὑδρομεδούσῃ καί με Πηλεὺς πατὴρ ἀνέθρεψεν, Ὑδρομεδούσῃ
20 Μιχθὲις ἐν φιλότητι παρ ὄχθας Ἥριδανοῖο. μιγεὶς, και συνδυασθεὶς ἐν ἐπιθυμίᾳ, παρὰ ταῖς ὄχθαις τοῦ Ἠριδανοῦ ποταμοῦ.
21 Καί σε δʼ ὁρῶ καλόν τε καὶ ἄλκιμον, ἔξοχον ἄλλων καὶ δὴ καί σε βλέπω εὐειδῆ τε, καὶ ἰσχυρὸν διαφερόντως τῶν ἄλλων,
22 Σκηπτοῦχον βασιλῆα, καὶ ἐν πολέμοισι μαχητὴν σκηπτοφόρον βασιλέα, καὶ ἐν τοῖς πολέμοις πολεμιστὴν
23 Ἔμμεναι· ἀλλʼ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε. εἶναι· ἀλλά γε τάχιον λέγε τὴν σαυτοῦ γενεάν.
24 Τὸν δʼ αὖ Ψιχάρπαξ ἡμείβετο, φώνησέν τε· Πρὸς τοῦτον δὲ ὁ Ψιχάρπαξ ἀπεκρίνετο, καὶ εἶπε·
25 Τίπτε γένος τοὐμὸν ζητεῖς, φίλε; δῆλον ἅπασιν Τί δήποτε τὸν ἐμὸν γένος ἐξαιτάζεις, ὦ φίλε; φανερόν ἐστὶν ἅπασι
26 Ἀνθρώποις τε, θεοῖς τε, καὶ οὐρανίοις πετεηνοῖς· τοῖς τε ἀνθρώποις, καὶ τοῖς θεοῖς, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ·
27 Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι, ἐιμὶ δὲ κοῦρος Ψιχάρπαξ μὲν ἐγὼ ὀνομάζομαι, εἰμὶ δὲ ὑιὸς
28 Τρωξάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ Τρωξάρτου πατρὸς μεγαλοψύχου, καὶ γενναίου, ἡ δέ γε μήτηρ ἐστὶ
29 Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος. Λειχομύλη, ἡ θυγάτηρ τοῦ βασιλέως Πτερνοτρώκτου·
30 Τείνατο δʼ ἐν καλύβῃ με, καὶ ἐξεθρέψατο βρωτοῖς ἔτεκε δέ με ἐν καλύβῃ, καὶ ἔθρεψέ με ἐν τοῖς μάλιστα βρωσίμοις
31 Σύκοις, και καρύοις, καὶ ἐδέσμασι παντοδαποῖσι. σύκοις τε, καρύοις τε, καὶ ὄψοις παντοίοις.
32 Πῶς δὲ φίλον ποιῇ με, τὸν εἰς φύσιν ὀυδὲν ὅμοιον; τίνα δὲ τρόπον ποιοῖς φίλον ἐμε, τὸν κατὰ φύσιν μὴ ὄντα σοι ὅμοιον;
33 Σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν, ἀυτὰρ ἔμοι γε σοὶ μὲν γὰρ ὁ βίος ἐστὶν ἐν τῷ ὕδατι, ἐμοὶ δὲ
34 Ὅσσα παρʼ ἀνθρώποις τρώγειν ἔθος· ὀυδέ με λήθει ἔθος ἐσθίειν ὅσα παρὰ τοῖς ἀνθρώποις τυγχάνει, οὐ γάρ με λανθάνει
35 Ἄρτος τρισκοπάνιστος ἀπʼ ἐυκύκλου κανέοιο, ἄρτος πολυκοπάνιστος πὸ κυκλοτεροῦς πινακίου,
36 Ὄυτε πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον, οὔτε πέμμα εὐρύπλαστον ἔχον πολλὴν σισαμίδα, καὶ τυρὸν τετριμμένον,
37 Ὀυ τόμος ἐκ πτέρνης, ὀυχʼ ἥπατα λευκοχίτωνα, οὐ τμήματα ἐ κοπιδίου, οὐχʼ ἤπατα, λίπος λευκὸν, οἷον χιτῶνα, περιβεβλημένα,
38 Ὀυδὲ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος, οὐ τυρὸς νεωστὶ πεπηγμένος ἀπὸ γλυκέως γάλακτος,
39 Ὀυ χρηστὸν μελίτωμα, τὸ καὶ Μάκαρες ποθέουσιν, οὐ μελίτωμα ἀγαθὸν, ὃ δὴ καὶ αὐτοὶ οἱ θεοὶ ποθοῦσιν,
40 Ὀ δʼ ὅσα πρὸς θοίνην μερόπων τεύχουσι μάγειροι, οὐδὲ ὅσα πρὸς εὐωχίαν ἀνθρώπων κατασκευάζουσιν οἱ μάγειροι
41 Κοσμοῦντες χύτρας ἀρτύμασι παντοδαποῖσιν. σκευάζοντες, καὶ ἀρτύοντες τὰς χύτρας ἡδύσμασι παντοίοις.
42 Ὀυ τρώγω ῥαφάνας, ὀυ κράμβας, ὀυ κολοκύντας, οὐκ ἐσθίω μὲν ῥαφάνιδας, οὐ κράμβας, οὐ κολοκύνθας,
43 Ὀυδὲ πράσοις χλωροῖς ἐπιβόσκομαι, ὀυδὲ σελίνοις οὐδʼ ἐν πράσοις χλωροῖς βόσκομαι, οὐδʼ ἐν σελίνοις·
44 ταῦτα γὰρ ὑμέτερʼ ἐστὶν ἐδέσματα τῶν κατὰ λίμνην. ταῦτα γὰρ ὑμέτερα ὄψα ἐστὶ τῶν κατὰ λίμνην ἀναστρεφομένων.
45 Ὀυδέποτʼ ἐκ πολέμοιο κακὴν ἀπέφυγον ἀϋτὴν, οὐδὲ πώποτε δειλιάσας ἀπέφυγον τὴν κακὴν βοὴν τοῦ πολέμου,
46 Ἀλλʼ εὐθὺς μετὰ μῶλον ἰὼν προμάχοισιν ἐμίχθην. ἀλλὰ παραχρῆμα ἐπὶ τὴν συμπλοκὴν ἀφικόμενος τοῖς πρωταγωνισταῖς συνέμιξα.
47 Ἄνθρωπον ὀυ δέδια, καίπερ μέγα σῶμα φοροῦντα, ἄνθρωπον οὐ φοβοῦμαι, καὶ ταῦτα σῶμα μέγα ἔχοντα,
48 Ἀλλʼ ἐπὶ λέκτρον ἰὼν, ἄκρον δάκτυλον καταδάκνω, ἀλλʼ ἐπὶ τὴν κλίνην ἐρχόμενος τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ δάκνω,
49 Καὶ πτέρνης λαβόμην, καὶ ὀυ πόνος ἵκανεν ἄνδρα· καὶ τῆς τοῦ ποδὸς πτέρνης ἐλαβόμην τῷ στόματι, καὶ ὀδύνη οὐ κατέλαβε τὸν ἄνδρα,
50 Νήδυμος ὀυκ ἀπέφυγεν ὕπνος, δάκνοντος ἐμεῖο. οὐδʼ ὁ ἡδὺς καὶ δυσαπάλλακτος ὕπνος ἀπέστη, δάκνοντος ἐμοῦ.
51 Ἀλλὰ δύω μάλα πάντα τὰ δείδια πᾶσαν ἐπʼ αἶαν, ἀλλὰ δύο πάντα ταῦτα φοβοῦμαι κατὰ πᾶσαν τὴν γῆν,
52 Κίρκον καὶ Γαλέην, οἵ μοι μέγα πένθος ἄγουσι, ἱέρακα καὶ γαλῆν, οἵ μοι μεγάλην συμφορὰν ἐπιφέρουσιν,
53 Καὶ Παγίδα στονόεσσαν, ὅπου δολοέις πέλε πότμος. καὶ παγίδα, τῶν πολλῶν στεναγμῶν αἰτίαν, ἔνθα ὁ ἀπατεὼν καὶ ἐπίκρυπτος θάνατός ἐστι.
54 Πλεῖστον δὴ γαλέην περιδείδια ἥτις ἀρίστη, μάλιστα δὲ τὴν γαλῆν δέδοικα, ἥ τις βελτίστη ἐστὶν,
55 Ἣ καὶ τρωγλοδύνοντα κατὰ τρώγλην ἐρεείνει. ἣ δή με καὶ εἰς τὴν μυωξίαν εἰσερχόμενον, κατʼ αὐτὴν ἔτι τὴν μυωξίαν, ἐπιζητεῖ λαβεῖν.
56 Πρὸς τάδε μειδήσας Φυσίγναθος ἀντίον ἤυδα· Πρὸς ταῦτα δὲ ἐπιγελάσας ὁ Φυσίγναθος ἐναντίον ἔλεγεν·
57 Ξεῖνε, λίαν αὐχεῖς ἐπὶ γαστέρι· ἔστι καὶ ἡμῖν Ὦ φίλε, σφόδρα μεγαλοφρονεῖς ἐπὶ τῇ γαστρὶ, ἔστι δʼ ἄρα καὶ ἡμῖν
58 Πολλὰ μάλʼ ἐν λίμνῃ, καὶ ἐπὶ χθονὶ θαύματʼ ἰδέσθαι. πολλὰ καὶ ἐν λίμνῃ, καὶ ἐπὶ γῆς θαυμαστὰ ἰδεῖν·
59 Ἀμφίβιον γὰρ ἔδωκε νομὴν βατράχοισι Κρονίων, διττὴν γὰρ δίαιταν ἔδωκε τοῖς βατράχοις ὁ τοῦ Κρόνου ὑιὸς, καὶ διττὸν βίον,
60 Σκιρτῆσαι κατὰ γαῖαν, καὶ ἐν ὕδασι σῶμα καλύψαι, χορεῦσαι καὶ τέρπεσθαι κατὰ γῆν, καὶ ἐν τῷ ὕδατι τὸ σῶμα καλύψαι,
61 Στοιχείοις διττοῖς μεμερισμένα δώματα ναίειν. στοιχείοιν δυοῖν κεχωρισμένα οἰκήματα κατοικεῖν.
62 Εἰ δὲ θέλεις καὶ ταῦτα δαήμεναι, ἐυχερὲς ἐστί. Εἰ δὲ βούλει καὶ ταῦτα καταμαθεῖν, ῥάδιον καὶ εὐπετές ἐστίν.
63 Βαῖνέ μοι ἐν νώτοισι· κράτει δέ με, μή ποτ ὄληαι, Ἀνάβηθι ἐπὶ τὰ ἐμὰ νῶτα, ἔχου δέ μου, μήποτε καταπεσὼν ἀπόλλῃ.
64 Ὅππως γηθόσυνος τὸν ἐμὸν δόμον ἐισαφίκηαι. ἵνα χαίρων, καὶ ἀγαλλόμενος εἰς τὸν ἐμὸν οἶκον ἀφίκῃ.
65 Ὣς ἂρ ἔφη, καὶ νῶτʼ ἐδίδου, ὁ δʼ ἔβαινε τάχιστα Οὕτω δὴ εἶπεν, καὶ τὰ νῶτα παρεῖχεν· οὗτος δὲ ἀνέβαινεν ὅτι τάχος
66 Χεῖρας ἔχων τρυφεροῖο κατʼ ἀυχένος ἄλματι κούφῳ. πηδήματι ἐλαφρῷ καὶ εὐορμήτῳ ἴσχυν τὰς χεῖρας ἐπὶ τῷ τρυφερῷ καὶ ἁπαλῷ αὐχένι.
67 Καὶ πρῶτον μὲν ἔχαιρεν, ὅτʼ ἔβλεπε γείτονας ὅρμους, καὶ τὸ μὲν πρῶτον ἥδετο καὶ εὔφραινε, ἡνίκα ἑώρα πλησίον τὰ πρόσγεια τῆς λίμνης,
68 Νήξει τερπόμενος Φυσιγνάθου· ἀλλʼ ὅτε δή ῥα χαίρων καὶ ἀγαλλομενος τῆ νήξει, καὶ πορείᾳ τοῦ Φυσιγνάθου. ἀλλʼ ἡνίκα δὴ
69 Κύμασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δακρύων κύμασι πορφυροῖς καὶ μέλασι κατεβρέχετο, σφόδρα κλαίων,
70 Ἄχρηστον μετάνοιαν ἐμέμφετο, τίλλε δὲ χαίτας, ἀνόνητα μετανοῶν ᾐτιᾶτο, καὶ κατεγίνωσκεν ἑαυτοῦ, ἀνέσπα δὲ τὰς τρίχας,
71 Καὶ πόδας ἔσφιγγεν κατὰ γαστέρος, ἐν δέ οἱ ἦτορ καὶ τοὺς πόδας συνεῖχε, και ἔσφιγγεν ὑπὸ τὴν γαστέρα, ἔνδον δε ἡ ψυχὴ αὐτοῦ
72 Πάλλετʼ ἀηθείῃ, καὶ ἐπὶ χθὸνα βούλεθʼ ἱκέσθαι. ἐκινεῖτο ἀήθως, καὶ πρὸς τὴν γῆν ἤθελεν ἀφικέσθαι·
73 Δεινὰ δʼ ὑπεστονάχιζε, φόβου κρυόεντος ἀνάγαῃ. χαλεπῶς δὲ ἀνεστέναζεν ὑπὸ τῆς ἀνάγκης τοῦ ψυχροῦ δέους.
74 Ὀυρὴν μὲν πρώτιστον ἐν ὕδασιν, ἠύτε κώπην Οὐρὰν μὲν τὰ πρῶτα ἐν τῷ ὕδατι κάθαπερ κώπην
75 Σύρων, ἐυχόμενός τε θεοῖς ἐπὶ γαῖαν ἱκέσθαι, ἐπισύρων, καὶ εὐχόμενος τοῖς θεοῖς πρὸς τὴν γῆν ἀφικέσθαι,
76 Κύμασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δακρύων· κύμασι πορφυροῖς καὶ μέλασιν κατέβρεχε σφόδρα κλαίων,
77 Καὶ τοῖον φάτο μῦθον, ἀπὸ στόματος δʼ ἀγόρευεν· καὶ λόγον εἶπε τοιοῦτον, ἀπὸ στόματος δὲ ἐλάλει·
78 Ὀυχʼ οὕτω νώτοισιν ἐβάσταξε φόρτον ἔρωτος Οὐχ οὕτως ἐπὶ τῶν νώτων ἐβάστασε φορτίον ἔρωτος
79 Ταῦρος, ὅτʼ Ἐυρώπην διὰ κύματος ἦγʼ ἐπὶ Κρήτην, ὁ Ταῦρος, ἡνίκα τὴν Εὐρώπην ἦγε διὰ θαλάσσης ἐπὶ τὴν Κρήτην,
80 Ὡς νῦν ἁπλώσας ἐπὶ νώτιον ἦγεν ἐς οἶκον ὥσπερ νῦν ἀνελόμενος καὶ ἐφαπλώσας ἐπὶ τῶν νότων ἐμὲ ἄγει εἰς τὸν οἶκον
81 Βάτραχος, ὑψώσας ὠχρὸν δέμας ὕδατι λυκῷ. ὁ βάτραχος, ᾄρας καὶ ἐπικουφίσας τὸ χλωρὸν αὐτοῦ σῶα ἐπὶ τῷ λευκῷ ὕδατι.
82 Ὑδρος δʼ ἐξαίφνης ἀνεφαίνετο, δεινὸν ὅραμα Ἕδρος δὲ αἰφνιδίως ἀνεφάνη, θέαμα φοβερὸν
83 Ἀμφοτέροις· ὀρθὸν δʼ ὑπὲρ ὕδατος εἶχε τράχηλον. ἑκατέρῳ, ὀρθὸν δὲ τὸν τράχηλον εἶχεν ὑπεράνω τοῦ ὕδατος·
84 Τοῦτον ἰδὼν κατέδυ Φυσίγναθος, οὔτι νοήσας τοῦτον θεασάμενος ὁ Φυσίγναθος κατεβαπτίσθη, ἀκ ἔτι λογισάμενος
85 ῟Οιον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλεείπειν, ὁποῖον φίλον ἀπολούμενον ἔμελλε καταλείπειν,
86 Δῦ δὲ βάθος λίμνης, καὶ ἀλεύατο κῆρα μέλαιναν. κατέβη δὲ εἰς τὸ βάθος τῆς λίμνης, καὶ ἐξέφυγε τὴν θανατηφόρον ἀνιαρὰν μοῖραν.
87 Κεῖνος δʼ ὡς ἀφέθη, πέσεν ὕπτιος ἐυθὺς ἐς ὕδωρ, Ἐκεῖνος δὲ ἐπειδὴ κατελείφθη ἔπεσε παραχρῆμα ὕπτιος εἰς τὸ ὕδωρ,
88 Χεῖρας δʼ ἔσφιγγεν, καὶ ἀπολλύμενος κατέτριζε. ἔσφιγγε δὲ καὶ συνεῖχε τὰς χεῖρας, καὶ ἀπολούμενος διεγόγγυζε.
89 Πολλάκι μὲν κατέδυνεν ἐφʼ ὕδατι, πολλάκι δʼ ἆυτε καὶ πολλάκις μὲν κατεβαπτίζετο εἰς τὸ ὕδωρ, πολλάκις δὲ
90 Λακτίζων ἀνέδυνε, μόρον δʼ οὐκ ἦν ὑπαλύξαι. πλήττων τοῖς ποσὶν ἀνεφέρετο, τὸν θάνατον δὲ οὐκ ἦν δυνατὸν ἐκφυγεῖν.
91 Δευόμεναι δὲ τρίχες πλῖστον βάρος ἦεν ἐπʼ αὐτῷ. βρεχόμεναι δὲ αἱ τρίχες μέγιστον βάρος ἦσαν ἐπʼ αὐτῷ·
92 Ὕδατι δʼ ὀλλύμενος, τοίους ἐφθέγξατο μύθους· ὕδατι δὲ ἀπολούμενος τοιούτους λόγους ἐφθέγξατο·
93 Οὐ λήσεις γε θεοὺς Φυσίγναθε, ταῦτα ποιήσας, Οὐ λήσεις τοὺς θεοὺς, ὦ Φυσίγναθε, ταῦτα πεποιηκὼς,
94 Ἐς λίμνην μὲ ῥίψας ἀπὸ σώματος, ὡς ἀπὸ πέτρης. εἰς τὴν λίμνην με ἀποῤῥίψας ἄνωθεν ἀπὸ τοῦ σώματός σου, ὥσπερ ἀπό τινος πέτρας ὑψηλῆς·
95 Ὀυ γάρ μου κατὰ γαῖαν ἀμείνων ἦσθα, κάκιστε, οὐκ ἄν μου κατὰ γῆν κρίσσων ἐτύγχανες, ὦ πονηρότατε,
96 Παγκρατίῳ τε, πάλῃ τε, καὶ εἰς δρόμον, ἀλλʼ ἀπατή- παγκρατίῳ τε, καὶ πάλῃ, καὶ εἰς δρόμον, ἀλλʼ ἀπατήσας καὶ ψευσάμενος
97 Εἰς ὕδωρ μʼ ἔῤῥιψας· ἔχει θεὸς ἔκδικον ὄμμα. (σας ἔῤῥιψάς με εἰς τὸ ὕδωρ· ἔχει ὁ θεὸς τιμωρητικὸν ὀφθαλμόν,
98 Ποινὴν, ἀντέκτισιν τʼ ὀρθὴν ὅς κʼ ἀποδώσει· καὶ κόλασιν καὶ ἀνταπόδοσιν δικαίαν, ὃς δὴ ἀποδώσει σοι,
99 Τοῖς τίσουσί σε μυῶν στρατὸς ὀυδʼ ὑπαλύξεις. διὰ ταῦτα τιμωρήσονταί σε ὁ τῶν μυῶν στρατὸς, οὐ δὲ διαδράσεις.
100 Ὣς ἐιπὼν, ἀπέπνευσεν ἐν ὕδασι· τὸν δὲ κατεῖδε Οὕτως εἰπὼν ἐξέπνευσεν ἐν τῷ ὕδατι· ἐθεάσατο δὲ αὐτὸν
101 Λειχοπίναξ ὄχθῃσιν ἐφεζόμενος μαλακῇσι· Λειχοπίναξ ἐπὶ ταῖς μαλακαῖς ὄχθαις καθήμενος·
102 Δεινὸν δʼ ἐξολόλυξε, δραμὼν δʼ ἤγγειλε μύεσσιν. θρηνῶν δὲ τραιῶς ἀνεβόησε, καὶ δραμὼν ἀπήγγειλε τὸ γεγονὸς τοῖς μυσίν·
103 Ὡς δʼ ἔμαθον τὴν μοῖραν, ἔδυ χόλος αἰνὸς ἅπαντας, Ἐπεὶ δὲ ἤκουσαν τὸν θάνατον, ὀργὴ χαλεπὴ ἐξῆψεν· ἅπαντας,
104 Καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευσαν ὑπʼ ὄρθον καὶ τηνικαῦτα τοῖς ἑαυτῶν κήρυξιν ἐκέλευσαν ἕωθεν μάλα
105 Κηρύσσειν ἀγορήνδʼ ἐς δώματα Τρωξάρταο, κηρύττειν, καὶ συγκαλεῖν ἀγορὰν εἰς τὰ οἰκήματα τοῦ Τρωξάρτου,
106 Πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην ὑιοῦ πατρὸς τοῦ ἀθλίου ύχαρπαγος, ὃς ἐν τῇ λίμνῃ
107 Ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐδὲ παρ ὄχθας ἐξήπλωτο ὕπτιος σῶμα νεκρὸν, οὐδὲ παρὰ τὰς ὄχθας
108 Ἦν ἤδη τλήμων, μέσσῳ δʼ ἐπενήχετο πόντῳ. ἔκειτο ἤδη ὁ ταλαίπωρος, ἀλλʼ ἐν τῷ μέσῳ τῆς λίμνης ἐφέρετο.
109 Ὡς δʼ ἦλθον σπεύδοντες ἅμʼ ἠοῖ, πρῶτος ἀνέστη Ἐπεὶ δὲ παρεγένοντο ἐπειγόμενοι ἅμα τῷ πρωὶ, ἀνέστη πρῶτος
110 Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον. Τρωξάρτης ἕνεκα τοῦ παιδὸς ὀργιζόμενος, καὶ εἶπε λόγον.
111 Ὦ φίλοι, εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα Ὦ φίλοι, εἰ καὶ μόνος ἐγὼ πολλὰ δεινὰ ἔπαθον
112 Ἐκ βατράχων, ἀλλʼ ἡ πεῖρα πάντεσσι τέτυκται. ὑπὸ τῶν βατράχων, ἀλλʼ ἥγε προσβολὴ καὶ ἐπιχείρησις κατὰ πάντας ἐγεγόνει·
113 Εἰμὶ δὲ νῦν ἐλεεινὸς, ἐπεὶ τρεῖς παῖδας ὄλεσσα· εἰμὶ δὲ νῦν ἄθλιος καὶ οἰκτρὸς, ἐπειδὴ τρεῖς ὑιοὺς ἀπώλεσα,
114 Καὶ τὸν πρῶτον μέν ῥα κατέκτανεν ἁρπάξασα καὶ τὸν μὲν πρῶτον ἀπέκτανεν ἀρπάσασα
115 Ἐχθίστη γαλέη, τρώγλης ἔκτοσθε λαβοῦσα ἡ μισητοτάτη γαλῆ, ἔξω τῆς μυωξίας καταλαβοῦσα αὐτὸν,
116 Τὸν δʼ ἄλλον πάλιν ἄνδρες ἀπηνέες εἰς μόρον ἦξαν, τὸν ἄλλον δὲ πάλιν ἄνδρες, ὠμοί τε, καὶ ἀγνώμονες εἰς θάνατον εἵλκυσαν
117 Καινοτέραις τέχναις, ξύλινον δόλον ἐξευρόντες, νεωτέραις τέχναις καὶ ἐπιβουλαῖς, ξύλινόν τινα δόλον καὶ μηχάνημα ἐξευρόντες,
118 Ἣν Παγίδα καλέουσι, μυῶν ὀλέτειραν ἐοῦσαν· ἣν Παγίδα ὀνομάζουσι, μυῶν θανατηφόρον οὖσαν.
119 Ὁ τρίτος δʼ ἦν ἀγαπητὸς ἐμὸι καὶ μητέρι κεδνῇ, ὁ τρίτος δὲ ἦν ἀγαπητὸς ἐμοὶ, καὶ τῇ ἀγαθῇ μητρὶ,
120 Τοῦτον ἀπέπνιξεν βάτραχος κακὸς ἐς βυθὸν ἄξας. τοῦτον ἀπέπνιξεν ὁ βάτραχος κακὸς, εἰς τὸ βάθος τῆς λίμνης ἀπαγαγών.
121 Ἀλλʼ ἄγεθʼ ὁπλισώμεσθα, καὶ ἐξέλθωμεν ἐπ αὐτοὺς, ἀλλʼ ἄγετε καθοπλίζεσθε καὶ ἴωμεν κατʼ αὐτῶν,
122 Σώματα κοσμήσαντες ἐν ἔντεσι δαιδαλέοισι. τὰ σώματα περιστείλαντες ὅπλοις ποικίλοις.
123 Ταῦτʼ εἰπὼν, ἀνέπεισε καθοπλίζεσθαι ἄπαντας. Ταῦτα εἰπὼν, κατέπεισεν ἅπαντας ἐνόπλους γενέσθαι.
124 Κνημῖδας μὲν πρῶτα περὶ κνημῇσιν ἔθηκαν, Κνημῖδας μὲν οὖν πρῶτον περὶ τὰς κνήμας ἔθηκαν,
125 Ῥήξαντες κυάμους χλωροὺς εὖ δʼ ἀσκήσαντες, σχίσαντες χλωροὺς κυάμους, καὶ καλλῶς κατασκευάσαντες,
126 Οὓς ἀυτοὶ διὰ νυκτὸς ἐπιστάντες κατέτρωξαν. οὓς αὐτοὶ νύκτωρ ἐπελθόντες κατέφαγον·
127 Ἀσπὶς δʼ ἦν λύχνου τὸ μεσόμφαλον· ἡ δέ νὺ λόγχη, ἀσπὶς δὲ ἦν ὁ τοῦ λύχνου μέσος ὀμφαλὸς τὰ δόρατα δὲ ἦσαν
128 Ἐυμήκεις βελόναι, παγχάλκεον ἔργον Ἄρηος· βελόναι μακραὶ, στερεώτατον ἔργον σιδήρου·
129 Ἡ δὲ κόρυς, τὸ λέπυρον ἐπὶ κροτάφοισι καρύου. τὸ κράνος δὲ ἦν ἐπὶ τοῖς κροτάφοις καρύου φλοιὸς,
130 Θώρηκας δʼ εἶχον καλαμοστεφέων ἀπὸ βύρσων, θώρακας δὲ εἶχον ἀπὸ καλῶν καὶ τεθραμμένων δερμάτων,
131 Οὓς, γαλέην δείραντες, ἐπισταμένως ἐποίησαν. οὓς γαλῆν ἐκδείραντες εὐτέχνως καὶ συνετῶς κατασκεύασαν·
132 Οὕτω μὲν μῦες ἦσαν ἔνοπλοι· ὡς δʼ ἐνόησαν οὕτω μὲν μῦες καθωπλισμένοι ἐτύγχανον. ἐπεὶ δὲ ἔμαθον ταῦτα
133 Βάτραχοι, ἐξανέδυσαν ἀφʼ ὕδατος, ἐις δʼ ἕνα χῶρον οἱ βάτραχοι ἀνέβησαν ἐκ τοῦ ὕδατος, εἰς ἕνα δὲ τόπον
134 Ἐλθόντες, βουλὴν ξύναγον πολέμοιο κακοῖο. συνελθόντες, συνῆγον βουλὴν πολέμου κακοῦ καὶ δεινοῦ·
135 Σκεπτομένων δʼ ἀυτῶν πόθεν ἡ στάσις, ἢ τίς ὁ θρῦλλος, σκοπουμένων δὲ αὐτῶν πόθεν ὁ πόλεμος, καὶ τίς ἡ φήμη,
136 Κῆρυξ ἐγγύθεν ἦλθε, φέρων ῥάβδον μετὰ χερσὶ, κῆρυξ ἐγγὺς ἀφίκετο, ἔχων ἐν ταῖς χερσὶ ῥάβδον,
137 Τυρογλύφου ὑιὸς μεγαλήτορος Ἐμβασίχυτρος, Ἐμβασίχυτρος ὁ ὑιὸς τοῦ μεγαλοψύγου καὶ γενναίου Τυρογλύφου
138 Ἀγγέλλων πολέμοιο κακὴν φάτιν· εἶπέ τε μῦθον. μηνύων πολέμου καὶ μάχης κακὴν ἀγγελίαν, καὶ εἶπε λόγον.
139 Βάτραχοι, μῦες ὔμμιν ἀπειλήσαντες ἔπεμψαν Ὦ βάτραχοι, οἱ μῦες διαγγεῖλαι τὰ χείρω ἔπεμψάν με ὑμῖν
140 Εἰπεῖν, ὁπλίζεσθαι ἐπὶ πόλεμόν τε μάχην τε. φάναι καθοπλίζεσθαι ἐπὶ πόλεμον καὶ μάχην.
141 Εἶδον γὰρ καθʼ ὕδωρ πιχάρπαγα ὃν κατέπεφνεν ἐθεάσαντο γὰρ ἐν τῷ ὕδατι Ψιχάρπαγα ὅν τινα ἐφόνευσεν
142 Ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε, Φυσίγναθος ὁ ὑμέτερος βασιλεύς. ἀλλὰ πολεμεῖτε,
143 Οἵτινες ἐν βατράχοισιν ἀριστῆες γεγάατε. ὅσοι ἐν τοῖς βατράχοις ἀριστεῖς καὶ ἀνδρεῖοι γεγόνατε.
144 Ὣς εἰπὼν ἀπέφῃνε· λόγος δʼ εἰς οὔατα πάντων Οὕτως εἰπὼν τὸ πρᾶγμα ἐνεδείξατο. ὁ λόγος δʼ εἰς τὰ ὦτα πάντων
145 Εἰσελθὼν, ἐτάραξε φρένας βατράχων ἀγερώχων. εἰσδὺς ἐκίνησε τὰς διανοίας τῶν ἀνδρείων καὶ ἀλαζόνων βατράχων.
146 Μεμφομένων δʼ ἀυτῶν Φυσίγναθος εἶπεν ἀναστάς· αἰτιωμένων δὲ καὶ κατηγορούντων αὐτῶν Φυσίγναθος ἀναστὰς ἔφη.
147 Ὦ φίλοι, οὐκ ἔκτεινον ἐγὼ μῦν, ὀυδὲ κατεῖδον Ὦ φίλοι, οὐκ ἀπέκτεινα ἐγὼ μῦν, οὐδὲ ἐθεασάμην αὐτὸν
148 Ὀλλύμενον, πάντως ἐπνίγη παίζων παρὰ λίμνην, ἀπολλύμενον· ἐπνίγη δηλαδὴ παίζων παρὰ τὴν λίμνην,
149 Νήξεις τὰς βατράχων μιμούμενος· οἱ δὲ κάκιστοι μιμούμενος τὰς νήξεις καὶ τὰς καθʼ ὕδωρ πορείας τῶν βατράχων· οὗτοι δὲ οἱ πονηρότατοι
150 Νῦν ἐμὲ μέμφονται τὸν ἀναίτιον. Ἀλλʼ ἄγε βουλὴν νῦν αἰτιῶνται ἐμὲ τὸν ἀθῶον καὶ μηδενὸς ὄντα. ἀλλʼ ἄγετε βουλὴν
151 Ζητήσωμεν, ὅπως δολίους μῦας ἐξολέσωμεν. συζητήσωμεν εὑρεῖν, ὅπως τοὺς κακοτρόπους καὶ ἐπιβούλους μῦας ἀφανίσωμεν.
152 Τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· Τοιγαροῦν ἐγὼ λέξω καθάπερ μοι φαίνεται μάλιστα ἔχειν.
153 Σώματα κοσμήσαντες ἔνοπλοι στῶμεν ἅπαντες τὰ σώματα στολίσαντες καθωπλισμένοι στῶμεν ἅπαντες
154 Ἄκροις παρὰ χείλεσσιν, ὅπου κατάκρημνος ὁ χῶρος· παρὰ τοῖς ἄκροις τῶν χειλέων τῆς λίμνης, ἔνθα ὁ τόπος κρημνώδης καὶ πρηνής ἐστίν.
155 Ἡνίκα δʼ ὁρμηθέντες ἐφ ἡμέας ἐξέλθωσι, ὁπόταν δὲ ἐφορμήσαντες ἐρ ἡμᾶς ἔλθωσιν,
156 Δραξάμενοι κορύθων, ὅστις σχεδὸν ἀντίον ἔλθοι, ἡμεῖς δραξάμενοι τῶν περικεφαλαμῶν καὶ ἁρπάσαντες, ὃς ἂν ἐγγὺς ἐναντίον παραγένοιτο,
157 Εἰς λίμνην αὐτοὺς σὺν ἔντεσιν εὐθὺ βάλωμεν. εἰς τὴν λίμνην αὐτοὺς αὐταῖς περικεφαλαίαις παραχρῆμα ἐμβάλωμεν.
158 Ὅυτω γὰρ πνίξαντες ἐν ὕδασι τοὺς ἀκολύμβους, οὕτω γὰρ καταποντίσαντες καὶ πνίξαντες ἐν τῷ ὕδατι τοὺς ἰδιώτας καὶ ἀπείρους τοῦ νεῖν,
159 Στήσομεν ἐυθύμως τὸ μυοκτόνον ὧδε τρόπαιον. στήσομεν περιχερῶς οὕτω τὸ ἐπὶ τῷ φόνῳ τῶν μυῶν τρόπαιον.
160 Ὣς εἰπὼν συνέπεισε καθοπλίζεσθαι ἅπαντας. Οὕτως εἰπὼν κατέπεισεν ἅπαντας ἐν ὅπλοις γενέσθαι·
161 Φύλλοις μὲν μαλάχων κνήμας ἑὰς ἀμφεκάλυψαν, φύλλοις μὲν οὖν μαλάχων τὰς κνήμας περιεκάλυψαν,
162 Θώρακας δʼ εἶχον χλοερῶν πλατέων ἀπὸ σεύτλων, θώρακας δὲ εἶγον ἀπὸ τεύτλων χλωρῶν καὶ πλατυτέρων·
163 Φύλλα δὲ τῶν κράμβων εἰς ἀσπίδας ἐ͂υ ἤσκησαν, τὰ φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας καλῶς κατεσκεύσαν·
164 Ἔγχος δʼ ὀξύσχοινος ἑκάστῳ μακρὸς ἀρήρει, δόρυ δὲ ἑκάστῳ ἐφήρμοστο σχοῖνος ὀξὺς καὶ μακρὸς,
165 Καί ῥα κοχλιῶν λεπτῶν ἐκάλυπτε κάρηνα. καὶ δὴ κέρα κοχλιῶν λεπτοτέρων περιεκάλυπτε τὰς κεφαλὰς αὐτῶν·
166 Φράξαμενοι δʼ ἔστησαν ἐπʼ ὄχθαις ὑψηλῇσι, καθοπλισθέντες δὲ ἔστησαν ἐπὶ ταῖς ὑψηλαῖς ὄχθαις,
167 Σείοντες λόγχας· θυμοῦ δʼ ἔπλητο ἔκαστος. κινοῦντες τὰ δόρατα, ὀργῆς δὲ ἕκαστος ἐπληροῦτο.
168 Ζεὺς δὲ θεοὺς καλέσας εἰς ὀυρανὸν ἀστεροέντα, Ζεὺς δὲ συγκαλέσας τοῦς Θεοὺς εἰς τὸν τοὺς ἀστέρας ἔχοντα οὐρανὸν,
169 Καὶ πολέμου πληθὺν δείξας, κρατερούς τε μαχητὰς καὶ δείξας τὸ πλῆθος τοῦ πολέμου καὶ τοὺς ἀνδρείους πολεμιστὰς
170 Πολλοὺς καὶ μεγάλους, ἤγʼ ἔγχεα μακρὰ φέροντας· πολυπληθεῖς ὄντας καὶ εὐμεγέθεις, καὶ δόρατα ἐπὶ μάχῃ ἔχοντας,
171 Ὡς βατράχων στρατὸς εὖτʼ ἐγέμοντο γιγάντων· ὅπως ὁ τῶν βατράχων στρατὸς καλῶς ἦν πλήρης γιγάντων·
172 Κενταύρων μεγαλαύχων μῦες δʼ ἦσαν ὅμοιοι· καὶ οἱ μῦες ἐτύγχανον ὅμοιοι κενταύρων μεγαλοφόνων καὶ ἀλαζόνων·
173 Ὁ͂ιος κενταύρων στρατὸς ἔρχεται ἠδὲ γιγάντων· οἷον δὴ τὸ κενταύρων καὶ γιγάντων πορεύεται στράτευμα·
174 Ἡδὺ γελῶν ἐρέεινε τίνες βατράχοισιν ἀρωγὸι, ἡδέως γελῶν ἤρετο τίνες βατράχοις βοηθοὶ,
175 Ἢ μυσι τειρομένοις, καὶ Ἀθηναίην προσέειπεν. ἢ τοῖς μυσὶ καταπονουμένοις εἰσὶ, καὶ πρὸς τὴν Ἀθηνᾶν εἶπεν.
176 Ὦ θύγατερ, μυσὶν ἄρα βοηθήσουσα πορεύσῃ; Ὦ θύγατερ ἦπου βοηθήσουσα μυσὶν ἀπέρχῃ,
177 Καὶ γάρ σου κατὰ νηὸν ἀεὶ σκιρτῶσιν ἅπαντες, καὶ γὰρ ἐν τῷ σῷ ναῷ χορεύοσιν ἅπαντες ἀεὶ
178 Κνίσσῃ τερπόμενοι, καὶ ἐδέσμασι παντοδαποῖσι. λίπει εὐφραινόμενοι, καὶ ὄψοις διαφόροις τε καὶ πολλοῖς.
179 Ὣς ἂρ ἔφη Κρονίδης. τὸν δὲ προσέειπεν Ἀθήνη· Οὕτω δὴ εἶπεν ὁ τοῦ Κρόνου ὑιὸς· πρὸς αὐτὸν δὲ εἶπεν ἡ Ἀθηνᾶ.
180 Ὦ πάτερ· οὐκ ἂν πώποτʼ ἐγὼ μυσὶ τειρομένοισιν Ὦ πάτερ, οὐδέποτʼ ἂν ἐγὼ τοῖς μυσὶ νικομένοις καὶ καταπονουμένοις
181 Ἐλθοίμην ἐπαρωγὸς, ἐπεὶ κακὰ πολλὰ μʼ ἔοργαν, παραγενοίμην βοηθὸς, ἐπειδὴ πολλὰ δεινά με εἰργάσαντο,
182 Στεμματα βλάπτοντες καὶ λύχνους εἴνεκʼ ἐλαίου. τοὺς στεφάνους καὶ τὰ διαδήματα καταλύοντες καὶ τοὺς λίχνους χάριν τοῦ ἐλαίου·
183 Τοῦτο δέ μοι λίην ἔδακε φρένας· οἷα μʼ ἔρεξαν· τοῦτο δὲ λίαν ἔπληξε τὴν ἐμὴν διάνοιαν, ὢ οἷά με εἰργάσαντο,
184 Πέπλον μου κατέτρωξαν ὃν ἐξύφῃνα καμοῦσα τὸν πέπλον μου κατέφαγον ὃν πονήσασα ὕφανα
185 Ἐκ ῥοδάνης λεπτῆς, καὶ στήμονα λεπτὸν ἔνησα, ἐκ κρόκης λεπτῆς, καὶ στήμονα λεπτον ἔκλωσα,
186 Καὶ τρώγλας ἐτέλεσαν· ὁ δʼ ἠπητής μοι ἐπέστη, καὶ τρύπας ἐποίησαν, ὁ ῥάπτης δέ μοι παρεγένετο,
187 Καὶ πολύ με πράσσει, τούτου χάριν ἐξώργισμαι. καὶ ἀπαιτεῖ με πολύ· τούτου ἕνεκα ἐθυμώθην,
188 Χρησαμένη γὰρ ἔνησα, καὶ οὐκ ἔχω ἀνταποδοῦναι, δανεισαμένη γὰρ ἔκλωσα, καὶ νῦν οὐκ ἔχω ἀποδοῦναι,
189 Καὶ πράσσει με τόκον, τόγʼ ἐρίπονον ἀθανάτοισιν. καὶ ἀπαιτεῖ με τόκον καὶ γινόμενον, τὸ δὴ φοβερόν ἐστι τοῖς αθανάτοις θεοῖς.
190 Ἀλλʼ ὀυδʼ ὣς βατράχοισιν ἀρηγέμεναι βουλήσω, Οὐ μὴν ἀλλʼ οὐδὲ οὕτως τοῖς βατράχοις βοηθεῖν ἐθελήσω·
191 Ἐισὶ γὰρ οὐδʼ αὐτὸι φρένας ἔμπεδοι, ἀλλά με πρώην οὐδὲ γὰρ αὐτοὶ εἰσὶ βέβαιοι τὸν νοῦν, ἀλλά με πρότερον
192 Ἐκ πολέμου ἀνιοῦσαν, ἐπεὶ λίην ἐκοπώθην, ἐκ τοῦ πολέμου ἐπανερχομένην ἐπειδὴ· σφόδρα κόπου ἐπλήσθην,
193 Ὕπνου δευομένην, ὀυκ εἴασσαν θορυβοῦντες ὕπνου δεομένην οὐκ ἀφῆκαν, θόρυβον καὶ ταραχὴν ποιοῦντες,
194 Οὐδʼ ὀλίγον καταμῦσαι· ἐγὼ δʼ ἄϋπνος κατεκείμην, οὐδʼ ἐπὶ μικρὸν ἐπικλίναι καὶ καταμύσαι τὰ βλέφαρα· ἐγὼ δὲ ἄγρυπνος κατεκίμην,
195 Τὴν κεφαλὴν ἀλγοῦσα, ἕως ἐβόησεν ἀλέκτωρ. τὴν κεφαλὴν ὀδυνωμένη, ἔως ἐφώνησεν ὁ ἀλεκτρυών.
196 Ἀλλʼ ἄγε παυσώμεσθα, θεοὶ, τούτοισιν ἀρήγειν, Ἀλλʼ ἄγετε λήξωμεν, ὦ Θεοὶ, τούτοις βοηθεῖν
197 Μή κέ τις ἡμείων τρωθῇ βέλει ὀξυόεντι· μή τις ἡμῶν πληγῇ βέλει ὀξεῖ καὶ τμητικῷ,
198 Μή τις καὶ λόγχῃ τυπῇ δέμας ἠὲ μαχαίρᾳ· μή τις καὶ δόρατι τὸ σῶμα τρωθῇ ἢ ξίφει,
199 Εἰσὶ γὰρ ἀγχέμαχοι, καὶ εἰ θεὸς ἀντίον ἔλθοι· εἰσὶ γὰρ οἷοι ἐκ τοῦ σύνεγγυς μάχεσθαι, εἰ καὶ ὁ θεὸς ἐναντίον παραγένοιτο,
200 Πάντες δʼ ὀυρανόθεν τερπώμεθα δῆριν ὁρῶντες. πάντες δὲ ἐκ τοῦ οὐρανοῦ τὴν μάχην θεώμενοι εὐφραινώμεθα καὶ ἀγαλλώμεθα.
201 Ὣς ἂρ ἔφη· τῇ δʼ αὖτε πεπείθοντο θεοὶ ἄλλοι Οὕτως εἶπεν· ταύτῃ δὲ ἐπείσθησαν οἱ ἄλλοι θεοὶ·
202 Πάντες, ὁμῶς δὲ ἀολλέες ἤλυθον ἐς ἕνα χῶρον. σύμπαντες δὲ οἱ ὁμόθεν ἀθρόοι συνῆλθον εἰς ἕνα τόπον.
203 Κὰδδʼ ἧλθον κήρυκε τέρας πολέμοιο φέροντε. Κατῆλθον δὲ οἱ κήρυκες τὸ τοῦ πολέμου σύνθημα φέροντες.
204 Καὶ τότε κώνωπες μεγάλας σάλπιγγας ἔχοντες καὶ τότε δὴ κώνωπες μεγάλας σάλπιγγας φέροντες
205 Δεινὸν ἐσάλπιζον πολέμου κτύπον· ὀυρανόθεν δὲ φοβερὸν ἐσάλπιζον κτύπον πολέμου καὶ μάχης, ἐκ τοῦ οὐρανοῦ δὲ
206 Ζεὺς κρονίδης βρόντησε τέρας πολέμοιο κακοῖο. Ζεὺς ὁ ὑιὸς τοῦ Κρόνου ἐβρόντησε σημεῖον πολέμου χαλεποῦ.
207 Πρῶτος δʼ Ὑψιβόας Λειχήνορα ὅυτασε δουρὶ, Πρῶτος δὲ Ὑψιβόας δόρατι ἔτρωσεν Λειχήνορα,
208 Ἑσταότʼ ἐν προμάχοις κατὰ γαστέρα εἰς μέσον ἧπαρ ἑστῶτα ἐν τοῖς πρωταγωνισταῖς, παρὰ τὸν γαστέρα εἰς τὸ μέσον τοῦ ἥπατος
209 Κὰδδʼ ἔπεσεν πρηνὴς, ἁπαλὰς δʼ ἐκόνισσεν ἐθείρας· κατέπεσε δὲ ἐπὶ πρόσωπον, τὰς ἁπαλὰς δὲ τρίχας ἐνέφυρε τῇ κόνῃ.
210 Τρωγλοδύτης δὲ μετʼ αὐτὸν ἀκόντισε Πηλείωνα Τρωγλοδύτης δὲ μετʼ αὐτὸν ἔβαλε τὸν Πηλέως ὑιὸν,
211 Πῆξεν δὲ ἐν στέρνῳ στιβαρὸν δόρυ, τὸν δὲ πεσόντα ἔπηξε δὲ ἐν τῷ στήθει τὸ στερεὸν δόρυ, πεσόντα δὲ αὐτὸν
212 Ἕιλε μέλας θάνατος, ψυχὴ δʼ ἐκ σώματος ἔπτη. κατείληφεν ὁ σκοτεινὸς θάνατος, ἡ ψυχὴ δὲ ἀπέπτη, καὶ ᾤχετο ἐκ τοῦ σώματος.
213 Σευτλαῖος δʼ ἂρ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρον· Σευτλαῖος δὲ τρώσας Ἐμβασίχυτρον παρὰ τὴν καρδίαν ἀνεῖλεν·
214 Ἀρτοφάγος δὲ Πολύφωνον κατὰ γαστέρα τύψεν. Ἀρτοφάγος δὲ ἔπληξε κατὰ τὴν γαστέρα Πολύφωνον,
215 Ἤριπε δὲ πρηνὴς, ψυχὴ δὲ μελέων ἐξέπτη. ἔπεσε δὲ ἐπὶ πρόσωπον, ἡ ψυχὴ δὲ ἀπέπτη καὶ ᾤχετο ἀπὸ τῶν μελῶν.
216 Λιμνόχαρις δʼ ὡς εἶδεν ἀπολλύμενον Πολύφωνον, Λιμνόχαρις δὲ ἐπειδὴ ἐθεάσατο τὸν Πολύφωνον ἀνῃρημένον,
217 Τρωγλοδύτην ἁπαλοῖο διʼ ἀυχένος τρῶσεν ἐπιστὰς ἐπελθὼν ἔπληξε τὸν Τρωγλοδύτην κατὰ τὸν ἁπαλὸν τράχηλον
218 Πέτρῳ μυλοειδέϊ, τὸν δὲ σκότος ὄσσʼ ἐκάλυψε. λίθῳ στρογγύλῳ τε καὶ τραχεῖ, σκότος δὲ αὐτὸν κατὰ ὀφθαλμοὺς περιεκάλυψε.
219 Τρωγλωδύτης δʼ ἂρ ἔπεφνε Βρεκαικίστα ἐσθλὸν ἀΐξας, Τρωγλωδύτης δὲ ἐφορμήσας ἀπέκεινε Βρεκαίκιστα ἀγαθὸν καὶ ἀνδρεῖον·
220 Ὠκιμίδην δʼ ἄχος εἷλε, καὶ ἤλασεν ὀξέι σχοίνῳ, Ὠκιμίδην δὲ κατείληφε λύπη μεγάλη, καὶ ἔβαλε τῷ ὀξεῖ σχοίνῳ,
221 Ἀλλʼ ὁ μὲν ἔσπασεν ἔγχος, ἐφώρμησαν δὲ ἐπʼ ἀυτῷ. ἀλλʼ οὗτος ἔσπασε μὲν τὸ δόρυ, ὥρμησαν δὲ ἐπʼ αὐτὸν
222 Ὀυ δʼ αὖ ἧκεν ὅ γʼ ἔγχος ἐναντίον, ἤριπε δʼ ἐυθὺς· οὐδʼ αὖθις ἀφῆκεν οὗτός γε ἐναντίον τὸ δόρυ παραχρῆμα γάρ τοι κατέπεσε·
223 Λειχήνωρ δʼ ἄρα Κωστοφάγοιο τιτύσκετο δουρὶ. Λειχήνωρ δὲ Κωστοφάγου κατεστοχάζετο δόρατι·
224 Ὁ͂υτος δʼ ὡς ἐνόησεν φεύγων ἔμπεσεν ὄχθαις, οὗτος δὲ ἐπειδὴ ἐθεάσατο, φεύγων ἐνέπεσε εἰς τὰς ὄχθας,
225 Ἀλλʼ ὀυδʼ ὣς ἀπέληγεν, ἐν ὕδασι δʼ ἤλασεν ἀυτὸν· ἀλλʼ οὐδὲ οὕτως ἐπαύετο αὐτὸς· ἀλλʼ ἐν τῷ ὕδατι ἔτρωσεν αὐτὸν.
226 Κάππεσε δʼ, ὀυδʼ ἀνένευσεν· ἐβάπτετο δʼ αἵματι λίμνη κατέπεσε δὲ, οὐδὲ ἀνέκυψεν ἔτι, ἐβάπτετο δὲ ἡ λίμνη τῷ αἵματι
227 Πορφυρέῳ, ἀυτὸς δὲ παρʼ ἤϊον ἐξετανύσθη, τῷ πορφυρῷ· αὐτὸς δὲ ἐπὶ τὴν παρειὰν πεσὼν ἐξήπλωτο,
228 Χορδαῖσι λιπαραῖσιν ἐπορνύμενος λαγόνεσσι. ἐπὶ χολάσι πίοσιν ἐπισαλεύων τοῖς λαγόσιν.
229 Τυρογλύφον δʼ ἐπʼ ὄχθαις Λιμνήσιος ἐξενάριξε. Τυρογλύφον δὲ παρὰ ταῖς ὄχθαις Λιμνήσιος ἀπέκτεινεν,
230 Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος εἰς βάθος ἦλθε, Πτερνογλύφον δὲ θεασάμενος ὁ Καλαμίνθιος κατέδυ εἰς τὸ βάθος,
231 Ἥλατο δʼ ἐς λίμνην φεύγων, τὴν ἀσπίδα ῥίψας. ἐπήδησε δὲ εἰς τὴν λίμνην φεύγων, τὴν ἀσπίδα ἀποῤῥίψας·
232 Φιτραῖον δʼ ἂρ ἔπεφνεν ἀπύμων Ἐμβασίχυτρος. υτραῖον δὲ ἀπέκτεινεν ὁ βέλτιστος Ἐμβασίχυτρος·
233 Ὑδρόχαρις δʼ ἔπεφνε πτερνοφάγον βασιλῆα. Ὑδρόχαρις δὲ ἀνεῖλε Πτερνοφάγον τὸν βασιλέα,
234 Χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ, παίσας αὐτὸν λίθῳ χειροπληθεῖ κατὰ τὸ ὑπερμετώπιον· ὁ ἐγκέφαλος δὲ
235 Ἐκ ῥινῶν ἔσταζε, παλάσσετο δʼ αἵματι γαῖα. κατεστάλαξεν ἀπὸ τῶν ῥινῶν· διεβρέχετο δὲ καὶ ἐφύρετο ἡ γῆ τῷ αἵματι.
236 Λειχοπίναξ δʼ ἔκτεινεν ἀμύμονα Βορβορκοίτην, Λειχοπίναξ δὲ ἀνεῖλε τὸν ἄμεμπτον Βορβοροκοίτην
237 Ἔγχει ἐπαίξας· τὸν δὲ σκότος ὄσσʼ ἐκάλυψε. δόρατι ἐφορμήσας· σκοτία δὲ αὐτόν κατὰ τοὺς ὀφθαλμοὺς περιεκάλυψεν·
238 Πρασσοφάγος δʼ ἐσιδὼν, ποδὸς εἵλκυσε νεκρὸν ἐόντα Πρασοφάγος δὲ θεασάμενος εἵλκυσεν αὐτὸν ἀπὸ τοῦ ποδὸς νεκρὸν ὄντα,
239 Ἐν λίμνῃ δʼ ἀπέθηκε, κρατήσας χειρὶ τένοντα. καὶ κατέθηκεν ἐν τῇ λίμνῃ· περιλαβὼν τὸν τένοντα αὐτοῦ τῇ χειρι.
240 Ψιχάρπαξ δʼ ἤμυνʼ ἑτάρων περὶ τεθνειώτων, Ψιχάρπαξ δὲ ἐπεβοήθει μαχόμενος ὑπὲρ τῶν ἀποθανόντων φίλων,
241 Καὶ βάλε Πρασσοφάγον, μήπω γαίης ἐπιβάντα, καὶ ἔτρωσε τὸν Πρασοφάγον μήπω εἰς γῆν ἐλθόντα
242 Πίπτε δέ οἱ πρόσθεν· ψυχὴ δʼ Ἄϊδός δε βεβήκει· ἔπεσε δὲ ἔμπροσθεν, αὐτοῦ δὲ ἡ ψυχὴ ᾤχετο ἔξω.
243 Πηλοβάτης δʼ ἐσιδὼν, πηλοῦ δράκα ῥίψεν ἐπʼ αὐτῷ, Πηλοβάτης δὲ θεασάμενος πηλοῦ ὅσον δράξαι τῇ χειρὶ, ἔῤῥιψεν ἐπʼ αὐτὸν,
244 Καὶ τὸ μέτωπον ἔχρισε, καὶ ἐξετύφλου παρὰ μικρὸν. καὶ ἔχρισε τὸ μέτωπον, καὶ παρʼ ὀλίγον ἐξετύφλωσεν.
245 Ὠργίθη δʼ ἂρ ἐκεῖνος, ἑλὼν δέ γε χειρὶ παχείῃ ἐθυμώθη δὲ ἐκεῖνος, καὶ λαβὼν τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρὶ
246 Κείμενον ἐν γαίῃ λίθον ὄβριμον, ἀχθος ἀρούρης, λίθον κείμενον ἐν τῇ γῇ, μέγα βάρος γῆς,
247 Τῶ βάλε Πηλοβάτην ὑπὸ γούνατα, πᾶσα δʼ ἐκλάσθη Τούτῳ ἔπαισε τὸν Πηλοβάτην κατὰ τὰ γόνατα· πᾶσα δὲ συνετρίβη
248 Κνήμη δεξιτερὴ, πέσε δʼ ὕπτιος ἐν κονίῃσι. ἡ δεξιὰ κνήμη, ἔπεσε δὲ ἐπὶ τὰ μετάφρενα ἐν τῇ κόνει.
249 Κραυγασίδης δʼ ἤμυνε, καὶ οὕτω βαῖνεν ἐπʼ αὐτῷ· Κραυγασίδης δὲ ἐπεβοήθει, καὶ οὕτως ἐπῆλθε κατʼ αὐτοῦ
250 Τύψε μέσην δʼ ἀυτὸν κατὰ γαστέρα, πᾶς δέ οἱ εἴσω ἔπαισε δὲ κατὰ τὸ μέσον τῆς γαστρὸς αὐτοῦ· πᾶς δὲ αὐτῷ εἰς τὸ ἔνδον
251 Ὀξύσχοινος δῦνε· χαμαὶ δʼ ἔχυντο ἅπαντα ὁ ὀξὺς σχοῖνος εἰσῆλθεν· ἐπὶ τὴν γῆν δὲ ἐξεχύθη πάντα
252 Ἔγκατʼ ἐφελκομενῷ ὑπὸ δούρατι χειρὶ παχείῃ· τὰ ἐντὸς ὑπὸ τοῦ δόρατος ἀποσπωμένου χειρὶ παχείᾳ καὶ ἰσχυρᾷ.
253 Σιτοφάγος δʼ ὡς εἶδεν ἐπʼ ὄχθῃσιν ποταμοῖο, Σιτοφάγος δὲ ἐπειδὴ ἐθεάσατο παρὰ ταῖς ὄχθαις τοῦ ποταμοῦ
254 Σκάζων ἐκ πολέμου ἀνεχάζετο, τείρετο δʼ αἰνῶς· ὁρμῶν ἐκ τοῦ πολέμου ἀνεχώρει, κατεπονεῖτο δὲ χαλεπῶς.
255 Ἥλατο δʼ ἐς τάφρον, ὅππως φύγῃ ἀιπὺν ὄλεθρον. ἐπήδησε δὲ εἰς τὴν τάφρον, ἵνα διαφύγῃ τὸν ἀφανιστικὸν θάνατον.
256 Τρωξάρτης δʼ ἔβαλεν Φυσίγναθον ἐς πόδα ἄκρον· Τρωξάρτης δὲ ἔτρωσε τὸν Φυσίγναθον εἰς τὸ ἄκρον τοῦ ποδὸς·
257 Ἔσχατος δʼ ἐκ λίμνης ἀνεδύσατο, τείρετο δʼ αἰνῶς. τελευταῖος δὲ ἐκ τῆς λίμνης ἀνέβη, κατεπονεῖτο δὲ χαλεπῶς.
258 Πρασσαῖος δʼ ὡς εἶδεν ἔθʼ ἡμίπνουν προπεσόντα, Πρασσαῖος δὲ ἐπειδὴ ἐθεάσατο προπεσόντα ἔτι τὰ τελευταῖα πνέοντα,
259 Ἦλθε δια προμάχων, καὶ ἀκόντισεν ὀξέϊ σχοίνῳ· ἐπορεύθη διὰ τῶν πρωταγονιστῶν, καὶ ἔβαλε σχοίνῳ ὀξεῖ·
260 Ὀυδʼ ἔῤῥηξε σάκος, σχέτο δʼ ἀυτοῦ δουρὸς ἀκωκὴ. οὐδ ἔσχισε τὴν ἀσπίδα, ἀλλʼ ἐπεσχέθη αὐτόθι ἡ τοῦ δόρατος αἰχμή.
261 Τοῦ δʼ ἔβαλε τρυφάλειαν ἀμύμονα, καὶ τετράχυτρον τούτου δὲ ἀμώμητον καὶ τετράχυτρον ἔπαισε κράνος
262 Δῖος Ὀρηγανίων μιμούμενος ἀυτὸν Ἄρηα, ὁ ἔνδοξος Ὀριγανίων, μιμούμενος τὸν Ἄρεα αὐτὸν τὸν θεὸν,
263 Ὃς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθʼ ὅμιλον. ὃς δὴ μόνος ἐν τοῖς βατράχοις ἠνδραγάθει κατὰ τὸν στρατὸν.
264 Ὥρμησαν δʼ ἂρ ἐπʼ ἀυτὸν· ὁ δʼ ὡς ἴδεν ὀυχ ὑπέμεινεν Ὥρμησαν δὴ οὖν ἐπʼ αὐτὸν· οὗτος δὲ ἐπειδὴ ἐθεάσατο οὐκ ἔτλη καρτερῶν
265 Ἥρωας κραταιοὺς, ἀλλʼ ἔδυ βένθεα λίμνης. τοὺς ἀνδρείους ἥρωας· αλλὰ κατέβη εἰς τὸ βάθος τῆς λίμνης
266 Ἦν δέ τις ἐν μύεσσι νέος παῖς ἔξοχος ἄλλων, ἦν δὲ τις ἐν τοῖς μυσὶ νέος διαφέρων τῶν ἄλλων
267 Ἀγχέμαχος, φίλος ὑιὸς ἀμύμονος Ἀρτεπιβούλου, δόρατι μαχόμενος ἀεὶ, ὑιὸς ἀγαπητὸς τοῦ βελτίστου Ἀρτεπιβούλυ,
268 Μεριδάρπαξ ὄρχαμος ἀινῷ ἶσος Ἄρηϊ. Μεριδάρπαξ ἡγεμὼν ὅμοιος τῷ φοβερῷ Ἄρει,
269 Ὅς ρα ἰὼν πολέμοιο μετασχεῖν παῖδʼ ἐκέλευσεν. ὃς δὴ ἐπελθὼν ἐκέλευσε τὸν ὑιὸν μετασχεῖν τοῦ πολέμου,
270 Ἀυτὸς δʼ ἑστήκει μεγαλοφρονέων κατὰ λίμνην. αὐτὸς δὲ ἵστατο μέγα φρονῶν καὶ ἐπαιρόμενος κατὰ τὴν λίμνην,
271 Οὗτος ἀναρπάξαι βατράχων γένος ἐπηπείλει οὕτος ἀφανίσαι τὸ γένος τῶν βατράχων διετείνετο,
272 Καὶ ῥήξας καρύου μέσσην ῥάχην ἐις δύο μέρη καὶ σχίσας ἀναμέσον τὴν ῥάχην τοῦ καρύου εἰς δύο μέρη,
273 Φράγδην ἀμφοτέροισιν ἐν ὤμοισι χερσὶν ἔθηκε. ἔθηκε ταῖς χερσὶν ἐπίφραγμα ἐν ἀμφοτέροις τοῖς ὤμοις.
274 Οἱ δε τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην, οὗτοι δὲ παραχρῆμα φοβηθέντες ἔδραμον πάντες πρὸς τὴν λίμνην,
275 Καί νή κενʼ ἐξετέλεσσεν, ἐπὲι μέγα οἱ σθένος ἦεν, καὶ δὴ ἐτελείωσεν ἂν τὸ ἔργον ἐπειδὴ μεγάλη αὐτῷ δύναμις ἦν,
276 Εἰ μὴ ἂρ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε, εἰ μὴ τάχεως εἶδεν αὐτὸν ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν,
277 Καὶ τότʼ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων· καὶ τότε δὴ ἀπολλυμένους τοὺς βατράχους ἐλέησεν ὁ τοῦ Κρόνου ὑιὸς.
278 Κινήσας δὲ κάρη, τοίην δʼ ἐφθέγξατο φωνήν. κινήσας δὲ τὴν κεφαλὴν, τοιαύτην ἀφῆκε φωνὴν.
279 Ὦ πόποι, ἦ μέγα ἔργον ἐν ὀφθαλμοῖσιν ὁρῶμαι, Φεῦ φεῦ· ὄντως που μέγα θαῦμα τοῦτο θεῶμαι τοῖς ὀφθαλμοῖς,
280 Οὐ μικρὸν μʼ ἔπληξε Μεριδάρπαξ, ὃς κατὰ λίμνην οὐ μετρίως με δάκνει καὶ λυπεῖ Μεριδάρπαξ, ὃς παρὰ τὴν λίμνην
281 Ἐνναίρειν βατράχους βλεμεαίνων· ἀλλὰ τάχιστα ἀποκτείνειν τοὺς βατράχους γαυριᾷ καὶ ἐπαίρεται· ἀλλʼ ὅτι τάχος
282 Παλλάδα πέμψωμεν πολεμόκλονον, ἠδὲ καὶ Ἄρηα, Παλλάδα ἀποστείλωμεν τὴν πολεμικὴν, καὶ τὸν Ἄρεα,
283 Οἵ μιν ἀποσχέσουσι μάχης κρατερόν περ ἐόντα. οἳ ἀποστήσουσιν αὐτὸν τοῦ πολέμου καίπερ ὄντα ἰσχυρὸν καὶ γενναῖον·
284 Ὣς ἂρ ἔφη Κρονίδης· Ἄρης δʼ ἀπαμέιβετο μύθῳ. οὕτω δὴ εἶπεν ὁ τοῦ Κρόνου ὑιὸς· ὁ Ἄρης δὲ ἀπεκρίνατο λέγων·
285 Ὄυτʼ ἂρ Ἀθηναίης, Κρονίδη, σθένος. οὔτε Ἄρηος οὐχ ἡ τῆς Ἀθηνᾶς δύναμις, ὦ ὑιὲ τοῦ Κρόνου, οὐδὲ τοῦ Ἄρεος
286 Ἰσχύσει βατράχοισιν ἀρηγέμεν αἰπὺν ὄλεθρον. δυνήσεται βοηθῆσαι τοῖς βατράχοις καὶ ἀποσοβῆσαι τὸν χαλεπὸν θάνατον
287 Ἀλλʼ ἄγε πάντες ἴωμεν ἀρηγόνες, ἢ τὸ σὸν ὅπλον ἀλλʼ ἄγετε πάντες πορευθῶμεν εἰς βοήθειαν, ἢ τὸ σὸν ὅπλον
288 Κινείσθω, οὕτω γὰρ ἁλώσεται ὅς κεν ἄριστος· κινηθήτω. οὕτω γὰρ κρατηθήσεται ὅστις ἂν κράτιστος ᾖ,
289 Ὡς Τιτᾶνάς ποτε πέφνες ἀρίστους ἔξοχα πάντων, ὥσπερ καὶ τοὺς Τιτάνας τὸ πάλαι ἀνεῖλες κρατίστους ὄντας ὑπὲρ ἅπαντας,
290 Ὥς ποτε κατὰ νῆα κατέκτανες ὄβριμον ἄνδρα, ὥσπερ καὶ ἐν νηῒ τὸ πὰλαι ἀπέκτεινας ἄνδρα ἰσχυρὸν,
291 Καὶ Κελάδοντʼ ἐπέδησας ἰδʼ ἄγρια φῦλα γιγάντων καὶ Κελάδοντα ἐδέσμευσας καὶ τὰ ἄγρια γένη τῶν Γιγάντων.
292 Ὣς ἂρ ἔφη· Κρονίδης δʼ ἔβάλε ψολόεντα κεραυνὸν. Οὕτω δὴ εἶπεν· ὁ τοῦ Κρόνου δὲ ὑιὸς ἀφῆκε κεραυνὸν καυστικόν.
293 Πρῶτα μὲν ἐβρόντησε, μέγαν δʼ ἐλήλιξεν Ὄλυμτον, Πρῶτον μὲν οὖν ἐβρόντησε, καὶ τὸν μέγαν οὐρανὸν συνετάραξεν,
294 Ἁυτὰρ ἔπειτα κεραυνὸν, δειμαλέον Διὸς ὅπλον ἔπειτα δὲ κεραυνὸν φοβερὸν ὅπλον Διὸς
295 Ἧκʼ ἐπιδινήσας, ὁ δʼ ἂρ ἔπτατονχειρὸς ἄνακτος. ἀφῆκε, συστρέψας· οὗτος δὲ ἀπέπτη ἐν τῆς χειρὸς τοῦ βασιλέως.
296 Πάντας μὲν ῥʼ ἐφόβησε βαλὼν βατράχους τε μῦάς τε. Πάντας μὲν οὖν εἰς φόβον ἐνέβαλε κεραυνώσας ἐπὶ μόνους τοὺς μύας·
297 Ἀλλʼ ὀυδʼ ὡς ἀπέληγε μυῶν στρατὸς, ἀλλʼ ἔτι μᾶλλον οὐ μὴν, ἀλλʼ οὐ δʼ οὕτως ἀπεπαύετο ὁ στρατὸς τῶν μυῶν, ἀλλʼ ἔτι μᾶλλον
298 Ἔλπετο πορθήσειν βατράχων γένος ἀιχμητάων, ἤλπιζεν ἀφανίσειν τὸ γένος τῶν βατράχων τῶν πολεμιστῶν·
299 Ἐι μὴ ἀπʼ Ὀυλύμπου βατράχους ἐλέησε Κρονίων, εἰ μὴ ἐξ οὐρανοῦ ἠλέησε τοὺς βατράχους ὁ τοῦ Κρόνου ὑιός.
300 Ὅς τις τιρομένοισιν ἀρωγοὺς αὐτὸς ἔπεμψεν· ὅς τις καταπονουμένοις βοηθοὺς αὐτὸς ἀπέστειλεν.
301 Ἦλθον δʼ ἐξαίφνης Νωτάκμονες, Ἀγκυλοχῆλαε, ἀφίκοντο γὰρ αἰφνιδίως τινες νῶτα ἔχοντες ὅμοια ἄκμοσι καὶ καμπύλους ὄνυχας,
302 Λοξοβᾶται, Στρεβλοὶ, παλιδόστομοι, Ὀστρακόδερμοι, πλαγίως πορευόμενοι, σκολιοὶ, ψαλιδόστομοι, καὶ ἔχοντες δέρματα στερεὰ καὶ ὀστρακώδη,
303 Ὀστοφυεῖς, Πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοις, ὀστώδεις τὸ ὅλον σῶμα, εὐρῖς τὰ νῶτα, μαρμαίροντες ἐν τοῖς ὤμοις,
304 Βλαισσὸι, Χειροτένοντες, ἀπὸ στέρνων ἐσορῶντες, στρεβλόποδες, χεῖρας ἐκτεταμένας ἔχοντες, ἀπὸ τοῦ στήθους ὁρῶντες,
305 Ὀκτάποδες, Δικάρηνες, Ἀχειρέες, οἱ δὲ καλεῦνται ὀκτὼ πόδας ἔχοντες, δύο κεφαλὰς, πολλὰς χεῖρας· οὗτοι δὲ ὀνομάζονται
306 Καρκῖνοι. οἵ ῥα μυῶν ὀυρὰς στομάτεσσιν ἔκοπτον, Καρκῖνοι· οἳ δὴ τὰς οὐρὰς τῶν μυῶν ἔτεμνον τοῖς στόμασιν,
307 Ἠδὲ πόδας καὶ χεῖρας, ἀνεγνάμπτοντο δὲ λόγχαι καὶ τοὺς πόδας καὶ τὰς χεῖρας, ἐκάμπτοντο δὲ καὶ κατεῤῥήγνυντο τὰ δόρατα,
308 Τοὺς δʼ ὑπέδδεισαν μῦες ἅπαντες, ὀυδʼ ἐτʼ ἔμειναν τούτους δὲ ἐφοβήθησαν ἅπαντες οι μῦες, οὐδʼ ἔτι παρέμειναν,
309 Ἐς δὲ φυγὴν ἐτράποντο. ἐδύετο δʼ ἥλιος ἤδη, εἰς φυγὴν δὲ ἐτράπησαν· ὁ ἥλιος δὲ ἔδυνε,
310 Καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη. καὶ τὸ τοῦ πολέμου τέλος εἰς μίαν ἡμέραν ἐτελεσιουργήθη.