Gaza's "Batrachomyomachia"

Αρχὴν τήνδε ποιούμενος, προηγουμένως τὸν τῶν Μουσῶν σύλλογον ἐκ τοῦ Ἑλικῶνος ἀφικέσθαι εἰς τὴν ἐμὴν ψυχὴν εὔχομαι, χάριν ᾠδῆς καὶ ἐμμελείας ποιητικῆς· ἣν νοωστὶ ἐν πινακιδίοις καὶ χάρταις ἐπὶ τοῖς ἐμοῖς γόνασιν ἔθηκα, μάχην ἄπειρον, καὶ πλείστην, ἔργον πολυτάραχον πολέμου, δεόμενος εἰς τὰ ὦτα πάντων ἀνθρωπῶν ἐμβαλλεῖν κατὰ τίνα τρόπον οἱ μῦες κατὰ βατράχων ἀνδραγαθήσαντες ἀπήλλαξαν, τὰς τῶν ἐκ Γῆς γεννηθέντων ἀνδρῶν Γιγάντων πράξεις μιμούμενοι, ὥσπερ ἐν τοῖς ἀνθρώποις λόγος ἐστί. Τοιαύτην ἀρχὴν εἶχεν ἡ μάχη. Μῦς ποτὲ ὑπερδηψῶν γαλῆς κίνδυνον διαφυγὼν, καὶ διασωθεὶς, πλησίον ἐν λίμνῃ πίνων ἐνέβαλε τὴν σιαγόνα, ὕδατι εὐφραινόμενος ἡδεῖ καὶ χαρίεντι· τοῦτον δὲ ἐθεάσατο ὁ κατὰ λίμνην χαίρων πολύφημος, λόγον δʼ εἶπε τοιοῦτον. Ὦ φίλε, τίς εἶ; πόθεν ἐλήλυθας ἐπὶ τὸν αἰγιαλὸν; τίς δʼ ἐστὶν ὁ γεννήσας σε; πάντα δὲ ἀληθῶς εἰπε, καὶ ὅπως μὴ ψεύδεα λέγοντά σε ἐννοήσω. εἰ γάρ σε κατανοήσω φιλίας ἄξιον, εἰς τὸν οἶκόν σε ἄξω, χάριτας δέ σοι δωρήσομαι ξενίας καὶ φιλίας, πολλάς τε καὶ ἀγαθάς. Εἰμὶ δὲ ἐγὼ Φυσίγναθος ὁ βασιλεὺς, ὃς κατὰ τήνδε τὴν λίμνην τιμῶν ἀξιοῦμαι, ἐν τοῖς βατράχοις ἡγεμονεύων πάσας τὰς ἡμέρας· καί με Πηλεὺς πατὴρ ἀνέθρεψεν, Ὑδρομεδούσῃ μιγεὶς, και συνδυασθεὶς ἐν ἐπιθυμίᾳ, παρὰ ταῖς ὄχθαις τοῦ Ἠριδανοῦ ποταμοῦ. καὶ δὴ καί σε βλέπω εὐειδῆ τε, καὶ ἰσχυρὸν διαφερόντως τῶν ἄλλων, σκηπτοφόρον βασιλέα, καὶ ἐν τοῖς πολέμοις πολεμιστὴν εἶναι· ἀλλά γε τάχιον λέγε τὴν σαυτοῦ γενεάν. Πρὸς τοῦτον δὲ ὁ Ψιχάρπαξ ἀπεκρίνετο, καὶ εἶπε· Τί δήποτε τὸν ἐμὸν γένος ἐξαιτάζεις, ὦ φίλε; φανερόν ἐστὶν ἅπασι τοῖς τε ἀνθρώποις, καὶ τοῖς θεοῖς, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· Ψιχάρπαξ μὲν ἐγὼ ὀνομάζομαι, εἰμὶ δὲ ὑιὸς Τρωξάρτου πατρὸς μεγαλοψύχου, καὶ γενναίου, ἡ δέ γε μήτηρ ἐστὶ Λειχομύλη, ἡ θυγάτηρ τοῦ βασιλέως Πτερνοτρώκτου· ἔτεκε δέ με ἐν καλύβῃ, καὶ ἔθρεψέ με ἐν τοῖς μάλιστα βρωσίμοις σύκοις τε, καρύοις τε, καὶ ὄψοις παντοίοις. τίνα δὲ τρόπον ποιοῖς φίλον ἐμε, τὸν κατὰ φύσιν μὴ ὄντα σοι ὅμοιον; σοὶ μὲν γὰρ ὁ βίος ἐστὶν ἐν τῷ ὕδατι, ἐμοὶ δὲ ἔθος ἐσθίειν ὅσα παρὰ τοῖς ἀνθρώποις τυγχάνει, οὐ γάρ με λανθάνει ἄρτος πολυκοπάνιστος πὸ κυκλοτεροῦς πινακίου, οὔτε πέμμα εὐρύπλαστον ἔχον πολλὴν σισαμίδα, καὶ τυρὸν τετριμμένον, οὐ τμήματα ἐ κοπιδίου, οὐχʼ ἤπατα, λίπος λευκὸν, οἷον χιτῶνα, περιβεβλημένα, οὐ τυρὸς νεωστὶ πεπηγμένος ἀπὸ γλυκέως γάλακτος, οὐ μελίτωμα ἀγαθὸν, ὃ δὴ καὶ αὐτοὶ οἱ θεοὶ ποθοῦσιν, οὐδὲ ὅσα πρὸς εὐωχίαν ἀνθρώπων κατασκευάζουσιν οἱ μάγειροι σκευάζοντες, καὶ ἀρτύοντες τὰς χύτρας ἡδύσμασι παντοίοις. οὐκ ἐσθίω μὲν ῥαφάνιδας, οὐ κράμβας, οὐ κολοκύνθας, οὐδʼ ἐν πράσοις χλωροῖς βόσκομαι, οὐδʼ ἐν σελίνοις· ταῦτα γὰρ ὑμέτερα ὄψα ἐστὶ τῶν κατὰ λίμνην ἀναστρεφομένων. οὐδὲ πώποτε δειλιάσας ἀπέφυγον τὴν κακὴν βοὴν τοῦ πολέμου, ἀλλὰ παραχρῆμα ἐπὶ τὴν συμπλοκὴν ἀφικόμενος τοῖς πρωταγωνισταῖς συνέμιξα. ἄνθρωπον οὐ φοβοῦμαι, καὶ ταῦτα σῶμα μέγα ἔχοντα, ἀλλʼ ἐπὶ τὴν κλίνην ἐρχόμενος τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ δάκνω, καὶ τῆς τοῦ ποδὸς πτέρνης ἐλαβόμην τῷ στόματι, καὶ ὀδύνη οὐ κατέλαβε τὸν ἄνδρα, οὐδʼ ὁ ἡδὺς καὶ δυσαπάλλακτος ὕπνος ἀπέστη, δάκνοντος ἐμοῦ. ἀλλὰ δύο πάντα ταῦτα φοβοῦμαι κατὰ πᾶσαν τὴν γῆν, ἱέρακα καὶ γαλῆν, οἵ μοι μεγάλην συμφορὰν ἐπιφέρουσιν, καὶ παγίδα, τῶν πολλῶν στεναγμῶν αἰτίαν, ἔνθα ὁ ἀπατεὼν καὶ ἐπίκρυπτος θάνατός ἐστι. μάλιστα δὲ τὴν γαλῆν δέδοικα, ἥ τις βελτίστη ἐστὶν, ἣ δή με καὶ εἰς τὴν μυωξίαν εἰσερχόμενον, κατʼ αὐτὴν ἔτι τὴν μυωξίαν, ἐπιζητεῖ λαβεῖν. Πρὸς ταῦτα δὲ ἐπιγελάσας ὁ Φυσίγναθος ἐναντίον ἔλεγεν· Ὦ φίλε, σφόδρα μεγαλοφρονεῖς ἐπὶ τῇ γαστρὶ, ἔστι δʼ ἄρα καὶ ἡμῖν πολλὰ καὶ ἐν λίμνῃ, καὶ ἐπὶ γῆς θαυμαστὰ ἰδεῖν· διττὴν γὰρ δίαιταν ἔδωκε τοῖς βατράχοις ὁ τοῦ Κρόνου ὑιὸς, καὶ διττὸν βίον, χορεῦσαι καὶ τέρπεσθαι κατὰ γῆν, καὶ ἐν τῷ ὕδατι τὸ σῶμα καλύψαι, στοιχείοιν δυοῖν κεχωρισμένα οἰκήματα κατοικεῖν. Εἰ δὲ βούλει καὶ ταῦτα καταμαθεῖν, ῥάδιον καὶ εὐπετές ἐστίν. Ἀνάβηθι ἐπὶ τὰ ἐμὰ νῶτα, ἔχου δέ μου, μήποτε καταπεσὼν ἀπόλλῃ. ἵνα χαίρων, καὶ ἀγαλλόμενος εἰς τὸν ἐμὸν οἶκον ἀφίκῃ. Οὕτω δὴ εἶπεν, καὶ τὰ νῶτα παρεῖχεν· οὗτος δὲ ἀνέβαινεν ὅτι τάχος πηδήματι ἐλαφρῷ καὶ εὐορμήτῳ ἴσχυν τὰς χεῖρας ἐπὶ τῷ τρυφερῷ καὶ ἁπαλῷ αὐχένι. καὶ τὸ μὲν πρῶτον ἥδετο καὶ εὔφραινε, ἡνίκα ἑώρα πλησίον τὰ πρόσγεια τῆς λίμνης, χαίρων καὶ ἀγαλλομενος τῆ νήξει, καὶ πορείᾳ τοῦ Φυσιγνάθου. ἀλλʼ ἡνίκα δὴ κύμασι πορφυροῖς καὶ μέλασι κατεβρέχετο, σφόδρα κλαίων, ἀνόνητα μετανοῶν ᾐτιᾶτο, καὶ κατεγίνωσκεν ἑαυτοῦ, ἀνέσπα δὲ τὰς τρίχας, καὶ τοὺς πόδας συνεῖχε, και ἔσφιγγεν ὑπὸ τὴν γαστέρα, ἔνδον δε ἡ ψυχὴ αὐτοῦ ἐκινεῖτο ἀήθως, καὶ πρὸς τὴν γῆν ἤθελεν ἀφικέσθαι· χαλεπῶς δὲ ἀνεστέναζεν ὑπὸ τῆς ἀνάγκης τοῦ ψυχροῦ δέους. Οὐρὰν μὲν τὰ πρῶτα ἐν τῷ ὕδατι κάθαπερ κώπην ἐπισύρων, καὶ εὐχόμενος τοῖς θεοῖς πρὸς τὴν γῆν ἀφικέσθαι, κύμασι πορφυροῖς καὶ μέλασιν κατέβρεχε σφόδρα κλαίων, καὶ λόγον εἶπε τοιοῦτον, ἀπὸ στόματος δὲ ἐλάλει· Οὐχ οὕτως ἐπὶ τῶν νώτων ἐβάστασε φορτίον ἔρωτος ὁ Ταῦρος, ἡνίκα τὴν Εὐρώπην ἦγε διὰ θαλάσσης ἐπὶ τὴν Κρήτην, ὥσπερ νῦν ἀνελόμενος καὶ ἐφαπλώσας ἐπὶ τῶν νότων ἐμὲ ἄγει εἰς τὸν οἶκον ὁ βάτραχος, ᾄρας καὶ ἐπικουφίσας τὸ χλωρὸν αὐτοῦ σῶα ἐπὶ τῷ λευκῷ ὕδατι. Ἕδρος δὲ αἰφνιδίως ἀνεφάνη, θέαμα φοβερὸν ἑκατέρῳ, ὀρθὸν δὲ τὸν τράχηλον εἶχεν ὑπεράνω τοῦ ὕδατος· τοῦτον θεασάμενος ὁ Φυσίγναθος κατεβαπτίσθη, ἀκ ἔτι λογισάμενος ὁποῖον φίλον ἀπολούμενον ἔμελλε καταλείπειν, κατέβη δὲ εἰς τὸ βάθος τῆς λίμνης, καὶ ἐξέφυγε τὴν θανατηφόρον ἀνιαρὰν μοῖραν. Ἐκεῖνος δὲ ἐπειδὴ κατελείφθη ἔπεσε παραχρῆμα ὕπτιος εἰς τὸ ὕδωρ, ἔσφιγγε δὲ καὶ συνεῖχε τὰς χεῖρας, καὶ ἀπολούμενος διεγόγγυζε. καὶ πολλάκις μὲν κατεβαπτίζετο εἰς τὸ ὕδωρ, πολλάκις δὲ πλήττων τοῖς ποσὶν ἀνεφέρετο, τὸν θάνατον δὲ οὐκ ἦν δυνατὸν ἐκφυγεῖν. βρεχόμεναι δὲ αἱ τρίχες μέγιστον βάρος ἦσαν ἐπʼ αὐτῷ· ὕδατι δὲ ἀπολούμενος τοιούτους λόγους ἐφθέγξατο· Οὐ λήσεις τοὺς θεοὺς, ὦ Φυσίγναθε, ταῦτα πεποιηκὼς, εἰς τὴν λίμνην με ἀποῤῥίψας ἄνωθεν ἀπὸ τοῦ σώματός σου, ὥσπερ ἀπό τινος πέτρας ὑψηλῆς· οὐκ ἄν μου κατὰ γῆν κρίσσων ἐτύγχανες, ὦ πονηρότατε, παγκρατίῳ τε, καὶ πάλῃ, καὶ εἰς δρόμον, ἀλλʼ ἀπατήσας καὶ ψευσάμενος ἔῤῥιψάς με εἰς τὸ ὕδωρ· ἔχει ὁ θεὸς τιμωρητικὸν ὀφθαλμόν, καὶ κόλασιν καὶ ἀνταπόδοσιν δικαίαν, ὃς δὴ ἀποδώσει σοι, διὰ ταῦτα τιμωρήσονταί σε ὁ τῶν μυῶν στρατὸς, οὐ δὲ διαδράσεις. Οὕτως εἰπὼν ἐξέπνευσεν ἐν τῷ ὕδατι· ἐθεάσατο δὲ αὐτὸν Λειχοπίναξ ἐπὶ ταῖς μαλακαῖς ὄχθαις καθήμενος· θρηνῶν δὲ τραιῶς ἀνεβόησε, καὶ δραμὼν ἀπήγγειλε τὸ γεγονὸς τοῖς μυσίν· Ἐπεὶ δὲ ἤκουσαν τὸν θάνατον, ὀργὴ χαλεπὴ ἐξῆψεν· ἅπαντας, καὶ τηνικαῦτα τοῖς ἑαυτῶν κήρυξιν ἐκέλευσαν ἕωθεν μάλα κηρύττειν, καὶ συγκαλεῖν ἀγορὰν εἰς τὰ οἰκήματα τοῦ Τρωξάρτου, ὑιοῦ πατρὸς τοῦ ἀθλίου ύχαρπαγος, ὃς ἐν τῇ λίμνῃ ἐξήπλωτο ὕπτιος σῶμα νεκρὸν, οὐδὲ παρὰ τὰς ὄχθας ἔκειτο ἤδη ὁ ταλαίπωρος, ἀλλʼ ἐν τῷ μέσῳ τῆς λίμνης ἐφέρετο. Ἐπεὶ δὲ παρεγένοντο ἐπειγόμενοι ἅμα τῷ πρωὶ, ἀνέστη πρῶτος Τρωξάρτης ἕνεκα τοῦ παιδὸς ὀργιζόμενος, καὶ εἶπε λόγον. Ὦ φίλοι, εἰ καὶ μόνος ἐγὼ πολλὰ δεινὰ ἔπαθον ὑπὸ τῶν βατράχων, ἀλλʼ ἥγε προσβολὴ καὶ ἐπιχείρησις κατὰ πάντας ἐγεγόνει· εἰμὶ δὲ νῦν ἄθλιος καὶ οἰκτρὸς, ἐπειδὴ τρεῖς ὑιοὺς ἀπώλεσα, καὶ τὸν μὲν πρῶτον ἀπέκτανεν ἀρπάσασα ἡ μισητοτάτη γαλῆ, ἔξω τῆς μυωξίας καταλαβοῦσα αὐτὸν, τὸν ἄλλον δὲ πάλιν ἄνδρες, ὠμοί τε, καὶ ἀγνώμονες εἰς θάνατον εἵλκυσαν νεωτέραις τέχναις καὶ ἐπιβουλαῖς, ξύλινόν τινα δόλον καὶ μηχάνημα ἐξευρόντες, ἣν Παγίδα ὀνομάζουσι, μυῶν θανατηφόρον οὖσαν. ὁ τρίτος δὲ ἦν ἀγαπητὸς ἐμοὶ, καὶ τῇ ἀγαθῇ μητρὶ, τοῦτον ἀπέπνιξεν ὁ βάτραχος κακὸς, εἰς τὸ βάθος τῆς λίμνης ἀπαγαγών. ἀλλʼ ἄγετε καθοπλίζεσθε καὶ ἴωμεν κατʼ αὐτῶν, τὰ σώματα περιστείλαντες ὅπλοις ποικίλοις. Ταῦτα εἰπὼν, κατέπεισεν ἅπαντας ἐνόπλους γενέσθαι. Κνημῖδας μὲν οὖν πρῶτον περὶ τὰς κνήμας ἔθηκαν, σχίσαντες χλωροὺς κυάμους, καὶ καλλῶς κατασκευάσαντες, οὓς αὐτοὶ νύκτωρ ἐπελθόντες κατέφαγον· ἀσπὶς δὲ ἦν ὁ τοῦ λύχνου μέσος ὀμφαλὸς τὰ δόρατα δὲ ἦσαν βελόναι μακραὶ, στερεώτατον ἔργον σιδήρου· τὸ κράνος δὲ ἦν ἐπὶ τοῖς κροτάφοις καρύου φλοιὸς, θώρακας δὲ εἶχον ἀπὸ καλῶν καὶ τεθραμμένων δερμάτων, οὓς γαλῆν ἐκδείραντες εὐτέχνως καὶ συνετῶς κατασκεύασαν· οὕτω μὲν μῦες καθωπλισμένοι ἐτύγχανον. ἐπεὶ δὲ ἔμαθον ταῦτα οἱ βάτραχοι ἀνέβησαν ἐκ τοῦ ὕδατος, εἰς ἕνα δὲ τόπον συνελθόντες, συνῆγον βουλὴν πολέμου κακοῦ καὶ δεινοῦ· σκοπουμένων δὲ αὐτῶν πόθεν ὁ πόλεμος, καὶ τίς ἡ φήμη, κῆρυξ ἐγγὺς ἀφίκετο, ἔχων ἐν ταῖς χερσὶ ῥάβδον, Ἐμβασίχυτρος ὁ ὑιὸς τοῦ μεγαλοψύγου καὶ γενναίου Τυρογλύφου μηνύων πολέμου καὶ μάχης κακὴν ἀγγελίαν, καὶ εἶπε λόγον. Ὦ βάτραχοι, οἱ μῦες διαγγεῖλαι τὰ χείρω ἔπεμψάν με ὑμῖν φάναι καθοπλίζεσθαι ἐπὶ πόλεμον καὶ μάχην. ἐθεάσαντο γὰρ ἐν τῷ ὕδατι Ψιχάρπαγα ὅν τινα ἐφόνευσεν Φυσίγναθος ὁ ὑμέτερος βασιλεύς. ἀλλὰ πολεμεῖτε, ὅσοι ἐν τοῖς βατράχοις ἀριστεῖς καὶ ἀνδρεῖοι γεγόνατε. Οὕτως εἰπὼν τὸ πρᾶγμα ἐνεδείξατο. ὁ λόγος δʼ εἰς τὰ ὦτα πάντων εἰσδὺς ἐκίνησε τὰς διανοίας τῶν ἀνδρείων καὶ ἀλαζόνων βατράχων. αἰτιωμένων δὲ καὶ κατηγορούντων αὐτῶν Φυσίγναθος ἀναστὰς ἔφη. Ὦ φίλοι, οὐκ ἀπέκτεινα ἐγὼ μῦν, οὐδὲ ἐθεασάμην αὐτὸν ἀπολλύμενον· ἐπνίγη δηλαδὴ παίζων παρὰ τὴν λίμνην, μιμούμενος τὰς νήξεις καὶ τὰς καθʼ ὕδωρ πορείας τῶν βατράχων· οὗτοι δὲ οἱ πονηρότατοι νῦν αἰτιῶνται ἐμὲ τὸν ἀθῶον καὶ μηδενὸς ὄντα. ἀλλʼ ἄγετε βουλὴν συζητήσωμεν εὑρεῖν, ὅπως τοὺς κακοτρόπους καὶ ἐπιβούλους μῦας ἀφανίσωμεν. Τοιγαροῦν ἐγὼ λέξω καθάπερ μοι φαίνεται μάλιστα ἔχειν. τὰ σώματα στολίσαντες καθωπλισμένοι στῶμεν ἅπαντες παρὰ τοῖς ἄκροις τῶν χειλέων τῆς λίμνης, ἔνθα ὁ τόπος κρημνώδης καὶ πρηνής ἐστίν. ὁπόταν δὲ ἐφορμήσαντες ἐρ ἡμᾶς ἔλθωσιν, ἡμεῖς δραξάμενοι τῶν περικεφαλαμῶν καὶ ἁρπάσαντες, ὃς ἂν ἐγγὺς ἐναντίον παραγένοιτο, εἰς τὴν λίμνην αὐτοὺς αὐταῖς περικεφαλαίαις παραχρῆμα ἐμβάλωμεν. οὕτω γὰρ καταποντίσαντες καὶ πνίξαντες ἐν τῷ ὕδατι τοὺς ἰδιώτας καὶ ἀπείρους τοῦ νεῖν, στήσομεν περιχερῶς οὕτω τὸ ἐπὶ τῷ φόνῳ τῶν μυῶν τρόπαιον. Οὕτως εἰπὼν κατέπεισεν ἅπαντας ἐν ὅπλοις γενέσθαι· φύλλοις μὲν οὖν μαλάχων τὰς κνήμας περιεκάλυψαν, θώρακας δὲ εἶγον ἀπὸ τεύτλων χλωρῶν καὶ πλατυτέρων· τὰ φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας καλῶς κατεσκεύσαν· δόρυ δὲ ἑκάστῳ ἐφήρμοστο σχοῖνος ὀξὺς καὶ μακρὸς, καὶ δὴ κέρα κοχλιῶν λεπτοτέρων περιεκάλυπτε τὰς κεφαλὰς αὐτῶν· καθοπλισθέντες δὲ ἔστησαν ἐπὶ ταῖς ὑψηλαῖς ὄχθαις, κινοῦντες τὰ δόρατα, ὀργῆς δὲ ἕκαστος ἐπληροῦτο. Ζεὺς δὲ συγκαλέσας τοῦς Θεοὺς εἰς τὸν τοὺς ἀστέρας ἔχοντα οὐρανὸν, καὶ δείξας τὸ πλῆθος τοῦ πολέμου καὶ τοὺς ἀνδρείους πολεμιστὰς πολυπληθεῖς ὄντας καὶ εὐμεγέθεις, καὶ δόρατα ἐπὶ μάχῃ ἔχοντας, ὅπως ὁ τῶν βατράχων στρατὸς καλῶς ἦν πλήρης γιγάντων· καὶ οἱ μῦες ἐτύγχανον ὅμοιοι κενταύρων μεγαλοφόνων καὶ ἀλαζόνων· οἷον δὴ τὸ κενταύρων καὶ γιγάντων πορεύεται στράτευμα· ἡδέως γελῶν ἤρετο τίνες βατράχοις βοηθοὶ, ἢ τοῖς μυσὶ καταπονουμένοις εἰσὶ, καὶ πρὸς τὴν Ἀθηνᾶν εἶπεν. Ὦ θύγατερ ἦπου βοηθήσουσα μυσὶν ἀπέρχῃ, καὶ γὰρ ἐν τῷ σῷ ναῷ χορεύοσιν ἅπαντες ἀεὶ λίπει εὐφραινόμενοι, καὶ ὄψοις διαφόροις τε καὶ πολλοῖς. Οὕτω δὴ εἶπεν ὁ τοῦ Κρόνου ὑιὸς· πρὸς αὐτὸν δὲ εἶπεν ἡ Ἀθηνᾶ. Ὦ πάτερ, οὐδέποτʼ ἂν ἐγὼ τοῖς μυσὶ νικομένοις καὶ καταπονουμένοις παραγενοίμην βοηθὸς, ἐπειδὴ πολλὰ δεινά με εἰργάσαντο, τοὺς στεφάνους καὶ τὰ διαδήματα καταλύοντες καὶ τοὺς λίχνους χάριν τοῦ ἐλαίου· τοῦτο δὲ λίαν ἔπληξε τὴν ἐμὴν διάνοιαν, ὢ οἷά με εἰργάσαντο, τὸν πέπλον μου κατέφαγον ὃν πονήσασα ὕφανα ἐκ κρόκης λεπτῆς, καὶ στήμονα λεπτον ἔκλωσα, καὶ τρύπας ἐποίησαν, ὁ ῥάπτης δέ μοι παρεγένετο, καὶ ἀπαιτεῖ με πολύ· τούτου ἕνεκα ἐθυμώθην, δανεισαμένη γὰρ ἔκλωσα, καὶ νῦν οὐκ ἔχω ἀποδοῦναι, καὶ ἀπαιτεῖ με τόκον καὶ γινόμενον, τὸ δὴ φοβερόν ἐστι τοῖς αθανάτοις θεοῖς. Οὐ μὴν ἀλλʼ οὐδὲ οὕτως τοῖς βατράχοις βοηθεῖν ἐθελήσω· οὐδὲ γὰρ αὐτοὶ εἰσὶ βέβαιοι τὸν νοῦν, ἀλλά με πρότερον ἐκ τοῦ πολέμου ἐπανερχομένην ἐπειδὴ· σφόδρα κόπου ἐπλήσθην, ὕπνου δεομένην οὐκ ἀφῆκαν, θόρυβον καὶ ταραχὴν ποιοῦντες, οὐδʼ ἐπὶ μικρὸν ἐπικλίναι καὶ καταμύσαι τὰ βλέφαρα· ἐγὼ δὲ ἄγρυπνος κατεκίμην, τὴν κεφαλὴν ὀδυνωμένη, ἔως ἐφώνησεν ὁ ἀλεκτρυών. Ἀλλʼ ἄγετε λήξωμεν, ὦ Θεοὶ, τούτοις βοηθεῖν μή τις ἡμῶν πληγῇ βέλει ὀξεῖ καὶ τμητικῷ, μή τις καὶ δόρατι τὸ σῶμα τρωθῇ ἢ ξίφει, εἰσὶ γὰρ οἷοι ἐκ τοῦ σύνεγγυς μάχεσθαι, εἰ καὶ ὁ θεὸς ἐναντίον παραγένοιτο, πάντες δὲ ἐκ τοῦ οὐρανοῦ τὴν μάχην θεώμενοι εὐφραινώμεθα καὶ ἀγαλλώμεθα. Οὕτως εἶπεν· ταύτῃ δὲ ἐπείσθησαν οἱ ἄλλοι θεοὶ· σύμπαντες δὲ οἱ ὁμόθεν ἀθρόοι συνῆλθον εἰς ἕνα τόπον. Κατῆλθον δὲ οἱ κήρυκες τὸ τοῦ πολέμου σύνθημα φέροντες. καὶ τότε δὴ κώνωπες μεγάλας σάλπιγγας φέροντες φοβερὸν ἐσάλπιζον κτύπον πολέμου καὶ μάχης, ἐκ τοῦ οὐρανοῦ δὲ Ζεὺς ὁ ὑιὸς τοῦ Κρόνου ἐβρόντησε σημεῖον πολέμου χαλεποῦ. Πρῶτος δὲ Ὑψιβόας δόρατι ἔτρωσεν Λειχήνορα, ἑστῶτα ἐν τοῖς πρωταγωνισταῖς, παρὰ τὸν γαστέρα εἰς τὸ μέσον τοῦ ἥπατος κατέπεσε δὲ ἐπὶ πρόσωπον, τὰς ἁπαλὰς δὲ τρίχας ἐνέφυρε τῇ κόνῃ. Τρωγλοδύτης δὲ μετʼ αὐτὸν ἔβαλε τὸν Πηλέως ὑιὸν, ἔπηξε δὲ ἐν τῷ στήθει τὸ στερεὸν δόρυ, πεσόντα δὲ αὐτὸν κατείληφεν ὁ σκοτεινὸς θάνατος, ἡ ψυχὴ δὲ ἀπέπτη, καὶ ᾤχετο ἐκ τοῦ σώματος. Σευτλαῖος δὲ τρώσας Ἐμβασίχυτρον παρὰ τὴν καρδίαν ἀνεῖλεν· Ἀρτοφάγος δὲ ἔπληξε κατὰ τὴν γαστέρα Πολύφωνον, ἔπεσε δὲ ἐπὶ πρόσωπον, ἡ ψυχὴ δὲ ἀπέπτη καὶ ᾤχετο ἀπὸ τῶν μελῶν. Λιμνόχαρις δὲ ἐπειδὴ ἐθεάσατο τὸν Πολύφωνον ἀνῃρημένον, ἐπελθὼν ἔπληξε τὸν Τρωγλοδύτην κατὰ τὸν ἁπαλὸν τράχηλον λίθῳ στρογγύλῳ τε καὶ τραχεῖ, σκότος δὲ αὐτὸν κατὰ ὀφθαλμοὺς περιεκάλυψε. Τρωγλωδύτης δὲ ἐφορμήσας ἀπέκεινε Βρεκαίκιστα ἀγαθὸν καὶ ἀνδρεῖον· Ὠκιμίδην δὲ κατείληφε λύπη μεγάλη, καὶ ἔβαλε τῷ ὀξεῖ σχοίνῳ, ἀλλʼ οὗτος ἔσπασε μὲν τὸ δόρυ, ὥρμησαν δὲ ἐπʼ αὐτὸν οὐδʼ αὖθις ἀφῆκεν οὗτός γε ἐναντίον τὸ δόρυ παραχρῆμα γάρ τοι κατέπεσε· Λειχήνωρ δὲ Κωστοφάγου κατεστοχάζετο δόρατι· οὗτος δὲ ἐπειδὴ ἐθεάσατο, φεύγων ἐνέπεσε εἰς τὰς ὄχθας, ἀλλʼ οὐδὲ οὕτως ἐπαύετο αὐτὸς· ἀλλʼ ἐν τῷ ὕδατι ἔτρωσεν αὐτὸν. κατέπεσε δὲ, οὐδὲ ἀνέκυψεν ἔτι, ἐβάπτετο δὲ ἡ λίμνη τῷ αἵματι τῷ πορφυρῷ· αὐτὸς δὲ ἐπὶ τὴν παρειὰν πεσὼν ἐξήπλωτο, ἐπὶ χολάσι πίοσιν ἐπισαλεύων τοῖς λαγόσιν. Τυρογλύφον δὲ παρὰ ταῖς ὄχθαις Λιμνήσιος ἀπέκτεινεν, Πτερνογλύφον δὲ θεασάμενος ὁ Καλαμίνθιος κατέδυ εἰς τὸ βάθος, ἐπήδησε δὲ εἰς τὴν λίμνην φεύγων, τὴν ἀσπίδα ἀποῤῥίψας· υτραῖον δὲ ἀπέκτεινεν ὁ βέλτιστος Ἐμβασίχυτρος· Ὑδρόχαρις δὲ ἀνεῖλε Πτερνοφάγον τὸν βασιλέα, παίσας αὐτὸν λίθῳ χειροπληθεῖ κατὰ τὸ ὑπερμετώπιον· ὁ ἐγκέφαλος δὲ κατεστάλαξεν ἀπὸ τῶν ῥινῶν· διεβρέχετο δὲ καὶ ἐφύρετο ἡ γῆ τῷ αἵματι. Λειχοπίναξ δὲ ἀνεῖλε τὸν ἄμεμπτον Βορβοροκοίτην δόρατι ἐφορμήσας· σκοτία δὲ αὐτόν κατὰ τοὺς ὀφθαλμοὺς περιεκάλυψεν· Πρασοφάγος δὲ θεασάμενος εἵλκυσεν αὐτὸν ἀπὸ τοῦ ποδὸς νεκρὸν ὄντα, καὶ κατέθηκεν ἐν τῇ λίμνῃ· περιλαβὼν τὸν τένοντα αὐτοῦ τῇ χειρι. Ψιχάρπαξ δὲ ἐπεβοήθει μαχόμενος ὑπὲρ τῶν ἀποθανόντων φίλων, καὶ ἔτρωσε τὸν Πρασοφάγον μήπω εἰς γῆν ἐλθόντα ἔπεσε δὲ ἔμπροσθεν, αὐτοῦ δὲ ἡ ψυχὴ ᾤχετο ἔξω. Πηλοβάτης δὲ θεασάμενος πηλοῦ ὅσον δράξαι τῇ χειρὶ, ἔῤῥιψεν ἐπʼ αὐτὸν, καὶ ἔχρισε τὸ μέτωπον, καὶ παρʼ ὀλίγον ἐξετύφλωσεν. ἐθυμώθη δὲ ἐκεῖνος, καὶ λαβὼν τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρὶ λίθον κείμενον ἐν τῇ γῇ, μέγα βάρος γῆς, Τούτῳ ἔπαισε τὸν Πηλοβάτην κατὰ τὰ γόνατα· πᾶσα δὲ συνετρίβη ἡ δεξιὰ κνήμη, ἔπεσε δὲ ἐπὶ τὰ μετάφρενα ἐν τῇ κόνει. Κραυγασίδης δὲ ἐπεβοήθει, καὶ οὕτως ἐπῆλθε κατʼ αὐτοῦ ἔπαισε δὲ κατὰ τὸ μέσον τῆς γαστρὸς αὐτοῦ· πᾶς δὲ αὐτῷ εἰς τὸ ἔνδον ὁ ὀξὺς σχοῖνος εἰσῆλθεν· ἐπὶ τὴν γῆν δὲ ἐξεχύθη πάντα τὰ ἐντὸς ὑπὸ τοῦ δόρατος ἀποσπωμένου χειρὶ παχείᾳ καὶ ἰσχυρᾷ. Σιτοφάγος δὲ ἐπειδὴ ἐθεάσατο παρὰ ταῖς ὄχθαις τοῦ ποταμοῦ ὁρμῶν ἐκ τοῦ πολέμου ἀνεχώρει, κατεπονεῖτο δὲ χαλεπῶς. ἐπήδησε δὲ εἰς τὴν τάφρον, ἵνα διαφύγῃ τὸν ἀφανιστικὸν θάνατον. Τρωξάρτης δὲ ἔτρωσε τὸν Φυσίγναθον εἰς τὸ ἄκρον τοῦ ποδὸς· τελευταῖος δὲ ἐκ τῆς λίμνης ἀνέβη, κατεπονεῖτο δὲ χαλεπῶς. Πρασσαῖος δὲ ἐπειδὴ ἐθεάσατο προπεσόντα ἔτι τὰ τελευταῖα πνέοντα, ἐπορεύθη διὰ τῶν πρωταγονιστῶν, καὶ ἔβαλε σχοίνῳ ὀξεῖ· οὐδ ἔσχισε τὴν ἀσπίδα, ἀλλʼ ἐπεσχέθη αὐτόθι ἡ τοῦ δόρατος αἰχμή. τούτου δὲ ἀμώμητον καὶ τετράχυτρον ἔπαισε κράνος ὁ ἔνδοξος Ὀριγανίων, μιμούμενος τὸν Ἄρεα αὐτὸν τὸν θεὸν, ὃς δὴ μόνος ἐν τοῖς βατράχοις ἠνδραγάθει κατὰ τὸν στρατὸν. Ὥρμησαν δὴ οὖν ἐπʼ αὐτὸν· οὗτος δὲ ἐπειδὴ ἐθεάσατο οὐκ ἔτλη καρτερῶν τοὺς ἀνδρείους ἥρωας· αλλὰ κατέβη εἰς τὸ βάθος τῆς λίμνης ἦν δὲ τις ἐν τοῖς μυσὶ νέος διαφέρων τῶν ἄλλων δόρατι μαχόμενος ἀεὶ, ὑιὸς ἀγαπητὸς τοῦ βελτίστου Ἀρτεπιβούλυ, Μεριδάρπαξ ἡγεμὼν ὅμοιος τῷ φοβερῷ Ἄρει, ὃς δὴ ἐπελθὼν ἐκέλευσε τὸν ὑιὸν μετασχεῖν τοῦ πολέμου, αὐτὸς δὲ ἵστατο μέγα φρονῶν καὶ ἐπαιρόμενος κατὰ τὴν λίμνην, οὕτος ἀφανίσαι τὸ γένος τῶν βατράχων διετείνετο, καὶ σχίσας ἀναμέσον τὴν ῥάχην τοῦ καρύου εἰς δύο μέρη, ἔθηκε ταῖς χερσὶν ἐπίφραγμα ἐν ἀμφοτέροις τοῖς ὤμοις. οὗτοι δὲ παραχρῆμα φοβηθέντες ἔδραμον πάντες πρὸς τὴν λίμνην, καὶ δὴ ἐτελείωσεν ἂν τὸ ἔργον ἐπειδὴ μεγάλη αὐτῷ δύναμις ἦν, εἰ μὴ τάχεως εἶδεν αὐτὸν ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν, καὶ τότε δὴ ἀπολλυμένους τοὺς βατράχους ἐλέησεν ὁ τοῦ Κρόνου ὑιὸς. κινήσας δὲ τὴν κεφαλὴν, τοιαύτην ἀφῆκε φωνὴν. Φεῦ φεῦ· ὄντως που μέγα θαῦμα τοῦτο θεῶμαι τοῖς ὀφθαλμοῖς, οὐ μετρίως με δάκνει καὶ λυπεῖ Μεριδάρπαξ, ὃς παρὰ τὴν λίμνην ἀποκτείνειν τοὺς βατράχους γαυριᾷ καὶ ἐπαίρεται· ἀλλʼ ὅτι τάχος Παλλάδα ἀποστείλωμεν τὴν πολεμικὴν, καὶ τὸν Ἄρεα, οἳ ἀποστήσουσιν αὐτὸν τοῦ πολέμου καίπερ ὄντα ἰσχυρὸν καὶ γενναῖον· οὕτω δὴ εἶπεν ὁ τοῦ Κρόνου ὑιὸς· ὁ Ἄρης δὲ ἀπεκρίνατο λέγων· οὐχ ἡ τῆς Ἀθηνᾶς δύναμις, ὦ ὑιὲ τοῦ Κρόνου, οὐδὲ τοῦ Ἄρεος δυνήσεται βοηθῆσαι τοῖς βατράχοις καὶ ἀποσοβῆσαι τὸν χαλεπὸν θάνατον ἀλλʼ ἄγετε πάντες πορευθῶμεν εἰς βοήθειαν, ἢ τὸ σὸν ὅπλον κινηθήτω. οὕτω γὰρ κρατηθήσεται ὅστις ἂν κράτιστος ᾖ, ὥσπερ καὶ τοὺς Τιτάνας τὸ πάλαι ἀνεῖλες κρατίστους ὄντας ὑπὲρ ἅπαντας, ὥσπερ καὶ ἐν νηῒ τὸ πὰλαι ἀπέκτεινας ἄνδρα ἰσχυρὸν, καὶ Κελάδοντα ἐδέσμευσας καὶ τὰ ἄγρια γένη τῶν Γιγάντων. Οὕτω δὴ εἶπεν· ὁ τοῦ Κρόνου δὲ ὑιὸς ἀφῆκε κεραυνὸν καυστικόν. Πρῶτον μὲν οὖν ἐβρόντησε, καὶ τὸν μέγαν οὐρανὸν συνετάραξεν, ἔπειτα δὲ κεραυνὸν φοβερὸν ὅπλον Διὸς ἀφῆκε, συστρέψας· οὗτος δὲ ἀπέπτη ἐν τῆς χειρὸς τοῦ βασιλέως. Πάντας μὲν οὖν εἰς φόβον ἐνέβαλε κεραυνώσας ἐπὶ μόνους τοὺς μύας· οὐ μὴν, ἀλλʼ οὐ δʼ οὕτως ἀπεπαύετο ὁ στρατὸς τῶν μυῶν, ἀλλʼ ἔτι μᾶλλον ἤλπιζεν ἀφανίσειν τὸ γένος τῶν βατράχων τῶν πολεμιστῶν· εἰ μὴ ἐξ οὐρανοῦ ἠλέησε τοὺς βατράχους ὁ τοῦ Κρόνου ὑιός. ὅς τις καταπονουμένοις βοηθοὺς αὐτὸς ἀπέστειλεν. ἀφίκοντο γὰρ αἰφνιδίως τινες νῶτα ἔχοντες ὅμοια ἄκμοσι καὶ καμπύλους ὄνυχας, πλαγίως πορευόμενοι, σκολιοὶ, ψαλιδόστομοι, καὶ ἔχοντες δέρματα στερεὰ καὶ ὀστρακώδη, ὀστώδεις τὸ ὅλον σῶμα, εὐρῖς τὰ νῶτα, μαρμαίροντες ἐν τοῖς ὤμοις, στρεβλόποδες, χεῖρας ἐκτεταμένας ἔχοντες, ἀπὸ τοῦ στήθους ὁρῶντες, ὀκτὼ πόδας ἔχοντες, δύο κεφαλὰς, πολλὰς χεῖρας· οὗτοι δὲ ὀνομάζονται Καρκῖνοι· οἳ δὴ τὰς οὐρὰς τῶν μυῶν ἔτεμνον τοῖς στόμασιν, καὶ τοὺς πόδας καὶ τὰς χεῖρας, ἐκάμπτοντο δὲ καὶ κατεῤῥήγνυντο τὰ δόρατα, τούτους δὲ ἐφοβήθησαν ἅπαντες οι μῦες, οὐδʼ ἔτι παρέμειναν, εἰς φυγὴν δὲ ἐτράπησαν· ὁ ἥλιος δὲ ἔδυνε, καὶ τὸ τοῦ πολέμου τέλος εἰς μίαν ἡμέραν ἐτελεσιουργήθη.